Book 2
41.7
τηλικαύτην δʼ ἔχων ὑπεροχὴν ἐν πᾶσιν ὁ ποταμὸς οὗτος μόνος τῶν ἄλλων ἄνευ βίας καὶ κυματώδους ὁρμῆς τὴν ῥύσιν ποιεῖται, πλὴν ἐν τοῖς καλουμένοις καταράκταις.
30.3
καὶ γὰρ φονικὸς ἦν καὶ τῶν ἄλλων ἡγεμόνων περιαιρούμενος τὰς ἐξουσίας καὶ καθόλου πάντων βουλόμενος ἄρχειν βιαίως, ὁ δὲ Πτολεμαῖος τοὐναντίον εὐεργετικὸς καὶ ἐπιεικὴς καὶ μεταδιδοὺς πᾶσι τοῖς ἡγεμόσι τῆς παρρησίας, πρὸς δὲ τούτοις διειληφὼς πάντας τοὺς ἐπικαιροτάτους Αἰγύπτου τόπους φυλακαῖς ἀξιολόγοις καὶ βέλεσι παντοδαποῖς καὶ τοῖς ἄλλοις ἅπασιν εὖ κατεσκευασμένος.
35.4
ἀπορουμένων δὲ τῶν Ἀθηναίων ὅ,τι χρὴ πράττειν, Θεμιστοκλῆς, ἀποδοχῆς τότε παρʼ αὐτοῖς τυγχάνων τῆς μεγίστης, συνεβούλευεν ἔχειν ἡσυχίαν· ἐὰν γὰρ βιάζωνται, ῥᾳδίως τοὺς Λακεδαιμονίους μετὰ τῶν Πελοποννησίων στρατεύσαντας κωλύσειν αὐτοὺς τειχίζειν τὴν πόλιν.
41.8
τόπος γάρ τίς ἐστι μήκει μὲν ὡς δέκα σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις· τοῦ δὲ ῥεύματος περὶ τούτους σχιζομένου βιαιότερον καὶ πολλάκις διὰ τὰς ἐγκοπὰς ἀνακλωμένου πρὸς ἐναντίαν τὴν καταφορὰν συνίστανται δῖναι θαυμασταί·
30.4
διὸ καὶ κατὰ τὰς ἐπιβολὰς κατὰ τὸ πλεῖστον ἐπλεονέκτει, πολλοὺς ἔχων εὐνοοῦντας καὶ προθύμως διακινδυνεύοντας.
35.5
ἐν ἀπορρήτοις δὲ τῇ βουλῇ προεῖπεν, ὡς αὐτὸς μὲν μετά τινων ἄλλων πορεύσεται πρεσβευτὴς εἰς Λακεδαίμονα, διδάξων τοὺς Λακεδαιμονίους περὶ τοῦ τειχισμοῦ, τοῖς δὲ ἄρχουσι παρήγγειλεν, ὅταν ἐκ Λακεδαίμονος ἔλθωσι πρέσβεις εἰς τὰς Ἀθήνας, παρακατέχειν αὐτούς, ἕως ἂν αὐτὸς ἐκ τῆς Λακεδαίμονος ἀνακάμψῃ, ἐν τοσούτῳ δὲ πανδημεὶ τειχίζειν τὴν πόλιν, καὶ τούτῳ τῷ τρόπῳ κρατήσειν αὐτοὺς ἀπεφαίνετο τῆς προθέσεως.
42.9
πᾶς δʼ ὁ μεσάζων τόπος ὑπὸ τῆς παλιρροίας ἀφροῦ τε πληροῦται καὶ τοῖς προσιοῦσι μεγάλην παρέχεται κατάπληξιν· καὶ γὰρ ἡ καταφορὰ τοῦ ποταμοῦ οὕτως ἐστὶν ὀξεῖα καὶ βίαιος ὥστε δοκεῖν μηδὲν βέλους διαφέρειν.