Book 2
15.5
περὶ δὲ τῶν νομίμων τῶν παρὰ τοῖς Αἰθίοψι καὶ τῶν ἄλλων τῶν γινομένων ἐν τῇ τούτων χώρᾳ τὰ κυριώτατα καὶ μνήμης ἄξια μικρὸν ὕστερον ἀναγράψομεν, ὅταν καὶ τὰς παλαιὰς αὐτῶν πράξεις καὶ μυθολογίας διεξίωμεν.
16.1
ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον.
16.2
πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατʼ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δʼ εἶχεν ἀναρίθμητον πλῆθος· ὑπῆρχον δʼ αὐτῷ καὶ ἐλέφαντες πολλοὶ καθʼ ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς.
16.3
ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταί τε πολλαχοῦ καὶ διττοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς· διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι. λέγεται δὲ μηδέποτε κατʼ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων.
16.4
ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν· πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον.
16.5
ὁρῶσα δʼ αὑτὴν μεγάλων καθʼ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν· προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.