Book 2
35.5
ἐμοὶ Βούβαστος ἡ πόλις ᾠκοδομήθη. χαῖρε χαῖρε Αἴγυπτε ἡ θρέψασά με.” ἐπὶ δὲ τῆς Ὀσίριδος ἐπιγεγράφθαι λέγεται “πατὴρ μέν ἐστί μοι Κρόνος νεώτατος θεῶν ἁπάντων, εἰμὶ δὲ Ὄσιρις ὁ βασιλεύς, ὁ στρατεύσας ἐπὶ πᾶσαν χώραν ἕως εἰς τοὺς ἀοικήτους τόπους τῶν Ἰνδῶν καὶ τοὺς πρὸς ἄρκτον κεκλιμένους, μέχρι Ἴστρου ποταμοῦ πηγῶν, καὶ πάλιν ἐπὶ τἄλλα μέρη ἕως ὠκεανοῦ. εἰμὶ δὲ υἱὸς Κρόνου πρεσβύτατος, καὶ βλαστὸς ἐκ καλοῦ τε καὶ εὐγενοῦς ᾠοῦ σπέρμα συγγενὲς ἐγεννήθην ἡμέρας. καὶ οὐκ ἔστι τόπος τῆς οἰκουμένης εἰς ὃν ἐγὼ οὐκ ἀφῖγμαι, διαδοὺς πᾶσιν ὧν ἐγὼ εὑρετὴς ἐγενόμην.”
35.6
τοσαῦτα τῶν γεγραμμένων ἐν ταῖς στήλαις φασὶ δύνασθαι ἀναγνῶναι, τὰ δʼ ἄλλα ὄντα πλείω κατεφθάρθαι διὰ τὸν χρόνον. τὰ μὲν οὖν περὶ τῆς ταφῆς τῶν θεῶν τούτων διαφωνεῖται παρὰ τοῖς πλείστοις διὰ τὸ τοὺς ἱερεῖς ἐν ἀπορρήτοις παρειληφότας τὴν περὶ τούτων ἀκρίβειαν μὴ βούλεσθαι τἀληθὲς ἐκφέρειν εἰς τοὺς πολλούς, ὡς ἂν καὶ κινδύνων ἐπικειμένων τοῖς τἀπόρρητα περὶ τῶν θεῶν τούτων μηνύσασιν εἰς τοὺς ὄχλους.
28.1
οἱ δʼ οὖν Αἰγύπτιοί φασι καὶ μετὰ ταῦτα ἀποικίας πλείστας ἐξ Αἰγύπτου κατὰ πᾶσαν διασπαρῆναι τὴν οἰκουμένην. εἰς Βαβυλῶνα μὲν γὰρ ἀγαγεῖν ἀποίκους Βῆλον τὸν νομιζόμενον Ποσειδῶνος εἶναι καὶ Λιβύης· ὃν παρὰ τὸν Εὐφράτην ποταμὸν καθιδρυθέντα τούς τε ἱερεῖς καταστήσασθαι παραπλησίως τοῖς κατʼ Αἴγυπτον ἀτελεῖς καὶ πάσης λειτουργίας ἀπολελυμένους, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους, τάς τε παρατηρήσεις τῶν ἄστρων τούτους ποιεῖσθαι, μιμουμένους τοὺς παρʼ Αἰγυπτίοις ἱερεῖς καὶ φυσικούς, ἔτι δὲ ἀστρολόγους.
36.2
λέγουσι δὲ καὶ τοὺς περὶ τὸν Δαναὸν ὁρμηθέντας ὁμοίως ἐκεῖθεν συνοικίσαι τὴν ἀρχαιοτάτην σχεδὸν τῶν παρʼ Ἕλλησι πόλεων Ἄργος, τό τε τῶν Κόλχων ἔθνος ἐν τῷ Πόντῳ καὶ τὸ τῶν Ἰουδαίων ἀνὰ μέσον Ἀραβίας καὶ Συρίας οἰκίσαι τινὰς ὁρμηθέντας παρʼ ἑαυτῶν·
31.3
διὸ καὶ παρὰ τοῖς γένεσι τούτοις ἐκ παλαιοῦ παραδεδόσθαι τὸ περιτέμνειν τοὺς γεννωμένους παῖδας, ἐξ Αἰγύπτου μετενηνεγμένου τοῦ νομίμου.