Book 2
42.1
ταῦτʼ οὖν διαλογισάμενος ἔκρινε φανερῶς μὲν τὴν ἐπιβολὴν μὴ λέγειν, ἀκριβῶς γινώσκων τοὺς Λακεδαιμονίους κωλύσοντας, ἐν ἐκκλησίᾳ δὲ διελέχθη τοῖς πολίταις ὅτι μεγάλων πραγμάτων καὶ συμφερόντων τῇ πόλει βούλεται γενέσθαι σύμβουλός τε καὶ εἰσηγητής, ταῦτα δὲ φανερῶς μὲν λέγειν μὴ συμφέρειν, διʼ ὀλίγων δὲ ἀνδρῶν ἐπιτελεῖν προσήκειν· διόπερ ἠξίου τὸν δῆμον δύο ἄνδρας προχειρισάμενον οἷς ἂν μάλιστα πιστεύσῃ, τούτοις ἐπιτρέπειν περὶ τοῦ πράγματος.
39.9
ταύτην δʼ ἐπεβάλετο πρῶτος κατασκευάζειν Νεκῶς ὁ Ψαμμητίχου, μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Πέρσης, καὶ προκόψας τοῖς ἔργοις ἕως τινὸς τὸ τελευταῖον εἴασεν αὐτὴν ἀσυντέλεστον·
35.3
τῆς δὲ κατὰ τὴν πλήρωσιν αἰτίας ἐπιζητουμένης τὸ μὲν ἀληθὲς ἀσυλλόγιστον ἦν, ἔφασαν δʼ οἱ μὲν ἐν τοῖς ἄνω τόποις ἐγκεχωσμένην διώρυγα πάλιν ἐκφραχθῆναι καὶ συμμιχθεῖσαν τῷ ποταμῷ βαθύτερον πεποιηκέναι τὸν πόρον, οἱ δʼ ὄμβρους ἐν τοῖς ἄνω τόποις γενομένους αὐξῆσαι τὸ μέγεθος τοῦ Νείλου.
42.2
πεισθέντος δὲ τοῦ πλήθους, ὁ δῆμος εἵλετο δύο ἄνδρας, Ἀριστείδην καὶ Ξάνθιππον, οὐ μόνον κατʼ ἀρετὴν προκρίνας αὐτούς, ἀλλὰ καὶ πρὸς τὸν Θεμιστοκλέα τούτους ὁρῶν ἁμιλλωμένους περὶ δόξης καὶ πρωτείων, καὶ διὰ τοῦτο ἀλλοτρίως ἔχοντας πρὸς αὐτόν.
39.10
ἐδιδάχθη γὰρ ὑπό τινων ὅτι διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται τοῦ κατακλυσθῆναι τὴν Αἴγυπτον· μετεωροτέραν γὰρ ἀπεδείκνυον ὑπάρχειν τῆς Αἰγύπτου τὴν Ἐρυθρὰν θάλατταν.
40.4
τούτων δʼ οὐδέτερον ἦν, ἀλλὰ τοῦ πόρου τὴν μὲν πρώτην διάβασιν ἀσφαλεστέραν συνέβαινε γεγονέναι ἀκεραίου τῆς κατὰ τὴν διάβασιν ἄμμου γεγενημένης, κατὰ δὲ τὰς ἄλλας ὑπὸ τῶν προδιαβεβηκότων ἵππων τε καὶ ἐλεφάντων, ἔτι δὲ πεζῶν τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην καὶ κινουμένην ὑπὸ τοῦ ῥείθρου κατενεχθῆναι καὶ διὰ τοῦτο κοιλωθέντος τοῦ πόρου βαθυτέραν γενέσθαι τὴν διάβασιν κατὰ μέσον τὸν ποταμόν.
42.3
οὗτοι δὲ κατʼ ἰδίαν ἀκούσαντες τοῦ Θεμιστοκλέους τὴν ἐπιβολήν, ἐδήλωσαν τῷ δήμῳ διότι καὶ μεγάλα καὶ συμφέροντα τῇ πόλει καὶ δυνατὰ καθέστηκε τὰ λεγόμενα ὑπὸ τοῦ Θεμιστοκλέους.