Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

43.2 ἔδοξεν οὖν αὐτῷ πρὸς μὲν τοὺς Λακεδαιμονίους πρέσβεις ἀποστεῖλαι τοὺς διδάξοντας συμφέρειν τοῖς κοινοῖς τῆς Ἑλλάδος πράγμασιν ἔχειν ἀξιόχρεων λιμένα πρὸς τὴν ἀπὸ τῶν Περσῶν ἐσομένην στρατείαν. διὰ δὲ τούτου τοῦ τρόπου τοὺς Σπαρτιάτας ἀμβλυτέρους ποιήσας πρὸς τὸ κωλύειν, αὐτὸς εἴχετο τῶν ἔργων, καὶ τῶν πάντων συμφιλοτιμουμένων ταχέως συνέβη γενέσθαι καὶ παραδόξως κατασκευασθῆναι τὸν λιμένα.
40.4 ῥίζαι γὰρ ἐν αὐτοῖς φύονται παντοδαπαὶ τῇ γεύσει καὶ καρπῶν καὶ καυλῶν ἰδιάζουσαι φύσεις, πολλὰ συμβαλλόμεναι τοῖς ἀπόροις τῶν ἀνθρώπων καὶ τοῖς ἀσθενέσι πρὸς αὐτάρκειαν.
41.4 πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
43.3 ἔπεισε δὲ τὸν δῆμον καθʼ ἕκαστον ἐνιαυτὸν πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν εἴκοσι τριήρεις προσκατασκευάζειν, καὶ τοὺς μετοίκους καὶ τοὺς τεχνίτας ἀτελεῖς ποιῆσαι, ὅπως ὄχλος πολὺς πανταχόθεν εἰς τὴν πόλιν κατέλθῃ καὶ πλείους τέχνας κατασκευάσωσιν εὐχερῶς· ἀμφότερα γὰρ ταῦτα χρησιμώτατα πρὸς τὰς τῶν ναυτικῶν δυνάμεων κατασκευὰς ὑπάρχειν ἔκρινεν. οἱ μὲν οὖν Ἀθηναῖοι περὶ ταῦτα ἠσχολοῦντο.
40.5 οὐ γὰρ μόνον τροφὰς παρέχονται ποικίλας καὶ πᾶσι τοῖς δεομένοις ἑτοίμας καὶ δαψιλεῖς, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εἰς τὸ ζῆν ἀναγκαίων οὐκ ὀλίγα φέρουσι βοηθήματα·
41.5 διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ· μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.
39.1 Λακεδαιμόνιοι δὲ Παυσανίαν τὸν ἐν Πλαταιαῖς στρατηγήσαντα καταστήσαντες ναύαρχον προσέταξαν ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, ὅσαι βαρβαρικαῖς φυλακαῖς διέμενον ἔτι φρουρούμεναι.
40.6 λωτός τε γὰρ φύεται πολύς, ἐξ οὗ κατασκευάζουσιν ἄρτους οἱ κατʼ Αἴγυπτον δυναμένους ἐκπληροῦν τὴν φυσικὴν τοῦ σώματος ἔνδειαν, τό τε κιβώριον δαψιλέστατον ὑπάρχον φέρει τὸν καλούμενον Αἰγύπτιον κύαμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme