Book 2
25.7
τηλικούτων δʼ ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γινομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης παρεσκευάζοντο διαχωρίζεσθαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους.
25.8
ὁ δὲ Βέλεσυς ἐν ὑπαίθρῳ τὴν νύκτα διηγρυπνηκὼς καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηθείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένθʼ ἡμέρας ἀναμείνωσιν, αὐτομάτην ἥξειν βοήθειαν καὶ μεταβολὴν ἔσεσθαι τῶν ὅλων παμμεγέθη εἰς τοὐναντίον· ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προσημαίνοντας αὐτοῖς τοὺς θεούς. καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν θεῶν εὐεργεσίας.
26.1
μετακληθέντων οὖν πάντων πάλιν καὶ τὸν ὡρισμένον χρόνον ἀναμεινάντων, ἧκέ τις ἀπαγγέλλων διότι δύναμις ἐκ τῆς Βακτριανῆς ἀπεσταλμένη τῷ βασιλεῖ πλησίον ἐστὶ πορευομένη κατὰ σπουδήν.
26.2
ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστʼ εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων.
26.3
τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν.
26.4
ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισθέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων. διόπερ τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυθόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο.
26.5
προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δʼ ἀπαρασκεύοις, τῆς τε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν.