Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

45.7 στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.
41.5 διὸ καὶ τοῖς μὲν ἐκ τῆς Σπάρτης πεμπομένοις ἡγεμόσιν οὐκέτι προσεῖχον, Ἀριστείδην δὲ θαυμάζοντες καὶ πάντα προθύμως ὑπακούοντες ἐποίησαν χωρὶς κινδύνου παραλαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν.
43.3 τοῦ γὰρ ὕδατος πραέως φερομένου ῥᾳδίως ἀποτρέπουσιν αὐτὸν μικροῖς χώμασι, καὶ πάλιν ἐπάγουσιν εὐχερῶς ταῦτα διαιροῦντες,
40.1 Ἀντίγονος δὲ ἐπὶ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.
47.1 εὐθὺς οὖν ὁ μὲν Ἀριστείδης συνεβούλευε τοῖς συμμάχοις ἅπασι κοινὴν ἄγουσι σύνοδον ἀποδεῖξαι τὴν Δῆλον κοινὸν ταμιεῖον, καὶ τὰ χρήματα πάντα τὰ συναγόμενα εἰς ταύτην κατατίθεσθαι, πρὸς δὲ τὸν ἀπὸ τῶν Περσῶν ὑποπτευόμενον πόλεμον τάξαι φόρον ταῖς πόλεσι πάσαις κατὰ δύναμιν, ὥστε γίνεσθαι τὸ πᾶν ἄθροισμα ταλάντων πεντακοσίων καὶ ἑξήκοντα.
43.4 ὅταν δόξῃ συμφέρειν. καθόλου δὲ τοσαύτην τοῖς μὲν ἔργοις εὐκοπίαν παρέχεται, τοῖς δʼ ἀνθρώποις λυσιτέλειαν, ὥστε τοὺς μὲν πλείστους τῶν γεωργῶν τοῖς ἀναξηραινομένοις τῆς γῆς τόποις ἐφισταμένους καὶ τὸ σπέρμα βάλλοντας ἐπάγειν τὰ βοσκήματα, καὶ τούτοις συμπατήσαντας μετὰ τέτταρας ἢ πέντε μῆνας ἀπαντᾶν ἐπὶ τὸν θερισμόν, ἐνίους δὲ κούφοις ἀρότροις ἐπαγαγόντας βραχέως τὴν ἐπιφάνειαν τῆς βεβρεγμένης χώρας σωροὺς ἀναιρεῖσθαι τῶν καρπῶν χωρὶς δαπάνης πολλῆς καὶ κακοπαθείας.
40.2 ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme