Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

36.3 Ἱέρων δὲ ὁ βασιλεὺς τῶν Συρακοσίων μετὰ τὴν τοῦ Γέλωνος τελευτὴν τὸν μὲν ἀδελφὸν Πολύζηλον ὁρῶν εὐδοκιμοῦντα παρὰ τοῖς Συρακοσίοις, καὶ νομίζων αὐτὸν ἔφεδρον ὑπάρχειν τῆς βασιλείας, ἔσπευδεν ἐκποδὼν ποιήσασθαι, αὐτὸς δὲ ξενολογῶν καὶ περὶ αὑτὸν σύστημα ξένων παρασκευάζων ὑπελάμβανεν ἀσφαλῶς καθέξειν τὴν βασιλείαν.
40.7 εἶχε δʼ ὁ μὲν Ἀντίγονος κατʼ ἐκείνους τοὺς καιροὺς πεζοὺς μὲν πλείω τῶν μυρίων, ὧν ἦσαν οἱ ἡμίσεις Μακεδόνες, θαυμαστοὶ κατὰ τὰς ἀνδραγαθίας, ἱππεῖς δὲ δισχιλίους, ἐλέφαντας δὲ τριάκοντα, ὁ δʼ Εὐμενὴς πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ πεντακισχιλίους.
36.4 διὸ καὶ Συβαριτῶν πολιορκουμένων ὑπὸ Κροτωνιατῶν καὶ δεομένων βοηθῆσαι, στρατιώτας πολλοὺς κατέγραψεν εἰς τὴν στρατιάν, ἣν παρεδίδου Πολυζήλῳ τἀδελφῷ νομίζων αὐτὸν ὑπὸ τῶν Κροτωνιατῶν ἀναιρεθήσεσθαι.
40.8 γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τοῦ Ἀπολλωνίδου μετὰ τῶν περὶ αὐτὸν ἱππέων ποιήσαντος ἀλόγως ἀπὸ τῶν ἰδίων διάστασιν ἐνίκησεν ὁ Ἀντίγονος καὶ ἀνεῖλεν τῶν ἐναντίων εἰς ὀκτακισχιλίους. ἐκυρίευσε δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ὥστε τοὺς περὶ τὸν Εὐμενῆ στρατιώτας διὰ μὲν τὴν ἧτταν καταπλαγῆναι, διὰ δὲ τὴν ἀπώλειαν τῆς ἀποσκευῆς ἀθυμῆσαι.
43.5 τοῦ δὲ Πολυζήλου πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥηθεῖσαν ὑποψίαν, διʼ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο.
41.1 μετὰ δὲ ταῦθʼ ὁ μὲν Εὐμενὴς ἐπεβάλετο φεύγειν εἰς Ἀρμενίαν καὶ τῶν ἐν ταύτῃ κατοικούντων τινὰς πρὸς τὴν συμμαχίαν συλλαβέσθαι· καταταχούμενος δὲ καὶ τοὺς στρατιώτας ὁρῶν ἀποχωροῦντας πρὸς τὸν Ἀντίγονον κατελάβετο χωρίον ὀχυρὸν ὃ προσηγορεύετο Νῶρα.
43.6 μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπʼ αὐτοῦ.
41.2 ἦν δὲ τὸ φρούριον τοῦτο παντελῶς μικρὸν διὰ τὸ τὸν περίβολον ἔχειν μὴ πλείω δυεῖν σταδίων, κατὰ δὲ τὴν ἐρυμνότητα θαυμαστόν· ἐπὶ γὰρ πέτρας ὑψηλῆς εἶχε τὰς οἰκίας συνῳκοδομημένας καὶ τὰ μὲν ὑπὸ τῆς φύσεως, τὰ δʼ ὑπὸ τῆς ἐκ τῶν χειρῶν κατασκευῆς θαυμαστῶς ὠχύρωτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme