Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

39.4 καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνθρώπων μετάστασιν ποιησάμενον ἀθανάτου τυχεῖν τιμῆς, τοὺς δʼ ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς καὶ πράξεις ἀξιολόγους μεταχειρισαμένους μήτε στρατείαν ὑπερόριον ποιήσασθαι μήτε ἀποικίαν εἰς ἀλλοεθνεῖς ἀποστεῖλαι. ὕστερον δὲ πολλοῖς ἔτεσι τὰς πλείστας μὲν τῶν πόλεων δημοκρατηθῆναι, τινῶν δʼ ἐθνῶν τὰς βασιλείας διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως·
39.5 νομίμων δʼ ὄντων παρὰ τοῖς Ἰνδοῖς ἐνίων ἐξηλλαγμένων θαυμασιώτατον ἄν τις ἡγήσαιτο τὸ καταδειχθὲν ὑπὸ τῶν ἀρχαίων παρʼ αὐτοῖς φιλοσόφων· νενομοθέτηται γὰρ παρʼ αὐτοῖς δοῦλον μὲν μηδένα εἶναι τὸ παράπαν, ἐλευθέρους δʼ ὑπάρχοντας τὴν ἰσότητα τιμᾶν ἐν πᾶσι. τοὺς γὰρ μαθόντας μήθʼ ὑπερέχειν μήθʼ ὑποπίπτειν ἄλλοις κράτιστον ἕξειν βίον πρὸς ἁπάσας τὰς περιστάσεις· εὔηθες γὰρ εἶναι νόμους μὲν ἐπʼ ἴσης τιθέναι πᾶσι, τὰς δʼ οὐσίας ἀνωμάλους κατασκευάζειν.
40.1 τὸ δὲ πᾶν πλῆθος τῶν Ἰνδῶν εἰς ἑπτὰ μέρη διῄρηται, ὧν ἐστι τὸ μὲν πρῶτον σύστημα φιλοσόφων, πλήθει μὲν τῶν ἄλλων μερῶν λειπόμενον, τῇ δʼ ἐπιφανείᾳ πάντων πρωτεῦον. ἀλειτούργητοι γὰρ ὄντες οἱ φιλόσοφοι πάσης ὑπουργίας οὔθʼ ἑτέρων κυριεύουσιν οὔθʼ ὑφʼ ἑτέρων δεσπόζονται.
40.2 παραλαμβάνονται δʼ ὑπὸ μὲν τῶν ἰδιωτῶν εἴς τε τὰς ἐν τῷ βίῳ θυσίας καὶ εἰς τὰς τῶν τετελευτηκότων ἐπιμελείας, ὡς θεοῖς γεγονότες προσφιλέστατοι καὶ περὶ τῶν ἐν ᾅδου μάλιστʼ ἐμπείρως ἔχοντες, ταύτης τε τῆς ὑπουργίας δῶρά τε καὶ τιμὰς λαμβάνουσιν ἀξιολόγους· τῷ δὲ κοινῷ τῶν Ἰνδῶν μεγάλας παρέχονται χρείας παραλαμβανόμενοι μὲν κατὰ τὸ νέον ἔτος ἐπὶ τὴν μεγάλην σύνοδον, προλέγοντες δὲ τοῖς πλήθεσι περὶ αὐχμῶν καὶ ἐπομβρίας, ἔτι δʼ ἀνέμων εὐπνοίας καὶ νόσων καὶ τῶν ἄλλων τῶν δυναμένων τοὺς ἀκούοντας ὠφελῆσαι.
40.3 τὰ μέλλοντα γὰρ προακούσαντες οἵ τε πολλοὶ καὶ ὁ βασιλεὺς ἐκπληροῦσιν ἀεὶ τὸ μέλλον ἐκλείπειν καὶ προκατασκευάζουσιν ἀεί τι τῶν χρησίμων. ὁ δʼ ἀποτυχὼν τῶν φιλοσόφων ἐν ταῖς προρρήσεσιν ἄλλην μὲν οὐδεμίαν ἀναδέχεται τιμωρίαν ἢ βλασφημίαν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme