Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

46.5 μετὰ γὰρ τὴν Ἡρακλέους στρατείαν ὀλίγοις ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεος μὲν οὖσαν θυγατέρα, φόνον δʼ ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆς πατρίδος διὰ τὸ μύσος. συμμαχήσασαν δὲ τοῖς Τρωσὶ μετὰ τὴν Ἕκτορος τελευτὴν πολλοὺς ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δʼ αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶς ὑπʼ Ἀχιλλέως ἀναιρεθεῖσαν.
46.6 τῶν μὲν οὖν Ἀμαζονίδων ἐσχάτην ταύτην λέγουσιν ἀνδρείᾳ διενεγκεῖν, καὶ τὸ λοιπὸν ἀεὶ τὸ ἔθνος ταπεινούμενον ἀσθενῆσαι παντελῶς· διὸ καὶ κατὰ τοὺς νεωτέρους καιρούς, ἐπειδάν τινες περὶ τῆς αὐτῶν ἀνδρείας διεξίωσι, μύθους ἡγοῦνται πεπλασμένους τὰς περὶ τῶν Ἀμαζονίδων ἀρχαιολογίας.
47.1 ἡμεῖς δʼ ἐπεὶ τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς, οὐκ ἀνοίκειον εἶναι νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς· οὖσαν δʼ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δʼ εὐκρασίᾳ διαφέρουσαν, διττοὺς κατʼ ἔτος ἐκφέρειν καρπούς.
47.2 μυθολογοῦσι δʼ ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι· διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων θεῶν παρʼ αὐτοῖς τιμᾶσθαι· εἶναι δʼ αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθʼ ἡμέραν ὑπʼ αὐτῶν ὑμνεῖσθαι μετʼ ᾠδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι.
47.3 καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιθαρίζοντας ὕμνους λέγειν τῷ θεῷ μετʼ ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme