Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

48.3 αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτʼ ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς· οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτῶν, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται.
48.4 διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευθερίαν διαφυλάττοντες ἀσάλευτον.
48.5 διόπερ οὔτʼ Ἀσσύριοι τὸ παλαιὸν οὔθʼ οἱ Μήδων καὶ Περσῶν, ἔτι δὲ Μακεδόνων βασιλεῖς ἠδυνήθησαν αὐτοὺς καταδουλώσασθαι, πολλὰς μὲν καὶ μεγάλας δυνάμεις ἐπʼ αὐτοὺς ἀγαγόντες, οὐδέποτε δὲ τὰς ἐπιβολὰς συντελέσαντες.
48.6 ἔστι δʼ ἐν τῇ χώρᾳ τῶν Ναβαταίων καὶ πέτρα καθʼ ὑπερβολὴν ὀχυρά, μίαν ἀνάβασιν ἔχουσα, διʼ ἧς κατʼ ὀλίγους ἀναβαίνοντες ἀποτίθενται τὰς ἀποσκευάς· λίμνη τε μεγάλη φέρουσα πολλὴν ἄσφαλτον, ἐξ ἧς λαμβάνουσιν οὐκ ὀλίγας προσόδους.
48.7 αὕτη δʼ ἔχει τὸ μὲν μῆκος σταδίων ὡς πεντακοσίων, τὸ δὲ πλάτος ὡς ἑξήκοντα, τὸ δʼ ὕδωρ δυσῶδες καὶ διάπικρον, ὥστε μὴ δύνασθαι μήτʼ ἰχθῦν τρέφειν μήτʼ ἄλλο τῶν καθʼ ὕδατος εἰωθότων ζῴων εἶναι. ἐμβαλλόντων δʼ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων, τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης κατʼ ἐνιαυτὸν ἐκφυσᾷ ἀσφάλτου μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δʼ ὅτε δυοῖν πλέθρων· ἐφʼ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δʼ ἔλαττον μόσχον ἐπονομάζουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme