Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

48.8 ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τύπος φαίνεται τοῖς μὲν ἐξ ἀποστήματος θεωροῦσιν οἱονεὶ νῆσος. τὴν δʼ ἔκπτωσιν τῆς ἀσφάλτου συμβαίνει φανερὰν γίνεσθαι τοῖς ἀνθρώποις πρὸ ἡμερῶν εἴκοσι δύο· κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ προσπίπτει μετὰ πνεύματος, καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρός τε καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλʼ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον· ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν ἀνθρώπων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια.
48.9 ἀγαθὴ δʼ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει ποταμοῖς διειλῆφθαι χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν. γίνεται δὲ περὶ τοὺς τόπους τούτους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν λαμβάνουσιν, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ τούτου, τῆς δʼ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθʼ ὑπερβολὴν εὐθετούσης.
49.1 ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι.
49.2 κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται· τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν αἱ ταύτης ἐσχατιαὶ φέρουσι.
49.3 τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρʼ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρʼ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι. τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme