Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

34.4 τῶν δὲ περὶ Κρατερὸν καὶ Ἀντίπατρον περαιωσάντων τὰς δυνάμεις ἐκ τῆς Εὐρώπης ὁ μὲν Νεοπτόλεμος φθονήσας τῷ Εὐμενεῖ καὶ περὶ αὑτὸν ἔχων Μακεδονικὴν δύναμιν ἀξιόλογον λάθρᾳ διεπρεσβεύσατο πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον καὶ συνθέμενος κοινοπραγίαν ἐπεβούλευσε τῷ Εὐμενεῖ. καταφανὴς δὲ γενόμενος καὶ συναναγκασθεὶς μάχην συνάψαι αὐτός τε ἐκινδύνευσεν ἀναιρεθῆναι καὶ τὴν δύναμιν σχεδὸν ἅπασαν ἀπέβαλεν·
31.4 οἱ δʼ Ἕλληνες οὐδεμίαν ἀνοχὴν ἔχοντες τοῦ βουλεύσασθαι, συνηναγκάσθησαν ὑπομεῖναι τὴν ἔφοδον τῶν βαρβάρων. καὶ τὸ μὲν πρῶτον ἀμφοτέρων ἀγωνιζομένων εὐρώστως ἰσόρροπος ἦν ἡ μάχη καὶ συχνοὶ παρʼ ἀμφοτέροις ἔπιπτον· τῶν δὲ Σαμίων καὶ τῶν Μιλησίων ἐπιφανέντων οἱ μὲν Ἕλληνες ἐπερρώσθησαν, οἱ βάρβαροι δὲ καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν.
38.5 στενοῦ γὰρ τοῦ ῥεύματος ὄντος καὶ ταινίᾳ παραπλησίου, θινῶν τε μεγάλων πάντῃ περικεχυμένων, ἐπειδὰν νότοι συνεχεῖς πνεύσωσιν, ἐπισείεται πλῆθος ἅμμου.
34.5 ὁ γὰρ Εὐμενὴς νικήσας καὶ πολλοὺς ἀνελὼν τὸ λοιπόν τε πλῆθος τῶν στρατιωτῶν προσηγάγετο καὶ τὴν δύναμιν τὴν ἰδίαν οὐ μόνον διὰ τῆς νίκης ἐπηύξησεν, ἀλλὰ καὶ προσλαβόμενος Μακεδόνων ἀγαθῶν ἀνδρῶν πλῆθος.
31.5 πολλοῦ δὲ γενομένου φόνου, οἱ μὲν περὶ τὸν Λεωτυχίδην καὶ Ξάνθιππον ἐπικείμενοι τοῖς ἡττημένοις κατεδίωξαν τοὺς βαρβάρους μέχρι τῆς παρεμβολῆς, συνεπελάβοντο δὲ τῆς μάχης ἤδη κεκριμένης Αἰολεῖς καὶ τῶν ἄλλων πολλοὶ τῶν κατὰ τὴν Ἀσίαν· δεινὴ γάρ τις ἐνέπεσεν ἐπιθυμία ταῖς κατὰ τὴν Ἀσίαν πόλεσι τῆς ἐλευθερίας.
34.6 αὕτη δὲ τὸ μὲν ὕδωρ κατὰ τὴν ἐπιφάνειαν ἄσημον ποιεῖ, τὸν δὲ τῆς λίμνης τύπον συμφυῆ τῇ χέρσῳ καὶ κατὰ πᾶν ἀδιάγνωστον. διὸ καὶ πολλοὶ τῶν ἀγνοούντων τὴν ἰδιότητα τοῦ τόπου μετὰ στρατευμάτων ὅλων ἠφανίσθησαν τῆς ὑποκειμένης ὁδοῦ διαμαρτόντες.
27.6 Νεοπτόλεμος πτόλεμος μὲν οὖν μετὰ τριακοσίων ἱππέων διασωθεὶς ἐκ τῆς παρατάξεως ἀφίππευσε μετὰ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme