Book 20
113.9
Αὔγη δʼ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενομένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν· τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα. μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύπλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν·
113.10
ὁ γὰρ Ναύπλιος καταποντίσαι μὲν αὐτὴν κατὰ τὰς ἐντολὰς οὐκ ἔκρινε, ξένοις δέ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι· οὗτοι δʼ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι.
113.11
τὸ δʼ ἀπολειφθὲν ἐν τῷ Παρθενίῳ βρέφος ὑπὸ τῆς Αὔγης βουκόλοι τινὲς Κορύθου τοῦ βασιλέως εὑρόντες ὑπό τινος ἐλάφου τῷ μαστῷ τρεφόμενον, ἐδωρήσαντο τῷ δεσπότῃ. ὁ δὲ Κόρυθος παραλαβὼν τὸ παιδίον ἀσμένως ὡς ἴδιον υἱὸν ἔτρεφε, προσαγορεύσας Τήλεφον ὰπὸ τῆς τρεφούσης ἐλάφου. Τήλεφος δʼ ἀνδρωθεὶς καὶ τὴν μητέρα μαθεῖν σπεύδων, παρῆλθεν εἰς Δελφούς, καὶ χρησμὸν ἔλαβε πλεῖν εἰς τὴν Μυσίαν πρὸς Τεύθραντα τὸν βασιλέα.
113.12
ἀνευρὼν δὲ τὴν μητέρα, καὶ γνωσθεὶς τίνος ἦν πατρός, ἀποδοχῆς ἐτύγχανε τῆς μεγίστης. ὁ δὲ Τεύθρας ἄπαις ὢν ἀρρένων παίδων τὴν θυγατέρα Ἀργιόπην συνῴκισε τῷ Τηλέφῳ, καὶ διάδοχον ἀπέδειξε τῆς βασιλείας.
34.1
Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Φενεῷ κατοίκησιν ἔτει πέμπτῳ, δυσφορῶν ἐπὶ τῷ τετελευτηκέναι Οἰωνὸν τὸν Λικυμνίου καὶ Ἴφικλον τὸν ἀδελφόν, ἀπῆλθεν ἑκουσίως ἐξ Ἀρκαδίας καὶ πάσης Πελοποννήσου. συναπελθόντων δʼ αὐτῷ πολλῶν ἐκ τῆς Ἀρκαδίας, ἀπῆλθε τῆς Αἰτωλίας εἰς Καλυδῶνα κἀκεῖ κατῴκησεν. οὐκ ὄντων δʼ αὐτῷ παίδων γνησίων οὐδὲ γαμετῆς γυναικός, ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη Μελεάγρου. οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν βραχὺ παρεκβάντας ἡμᾶς ἀπαγγεῖλαι τὴν περὶ τὸν Μελέαγρον περιπέτειαν.
34.2
Οἰνεὺς γάρ, γενομένης εὐκαρπίας αὐτῷ τοῦ σίτου, τοῖς μὲν ἄλλοις θεοῖς ἐτέλεσε θυσίας, μόνης δὲ τῆς Ἀρτέμιδος ὠλιγώρησεν· δι’ ἣν αἰτίαν ἡ θεὸς αὐτῷ μηνίσασα τὸν διαβεβοημένον Καλυδώνιον ὗν ἀνῆκεν, ὑπερφυῆ τὸ μέγεθος.