Book 20
104.4
ἀποθέμενος γὰρ τὴν Λακωνικὴν ἐσθῆτα διετέλει τρυφῶν καὶ τοὺς πιστεύσαντας αὐτῷ καταδουλούμενος· τηλικαύτας γὰρ ἔχων δυνάμεις καὶ χορηγίας οὐδὲν τῆς Σπάρτης ἄξιον ἔπραξεν. ἐπεβάλετο μὲν γὰρ ἐπὶ τὴν Σικελίαν στρατεύειν, ὡς τὴν τυραννίδα μὲν καταλύσων τὴν Ἀγαθοκλέους, τὴν δʼ αὐτονομίαν τοῖς Σικελιώταις ἀποκαταστήσων, ὑπερθέμενος δὲ ἐπὶ τοῦ παρόντος ταύτην τὴν στρατείαν ἔπλευσεν εἰς Κόρκυραν καὶ κρατήσας τῆς πόλεως χρημάτων τε πλῆθος εἰσεπράξατο καὶ φρουρὰν ἐγκατέστησε, διανοούμενος ὁρμητηρίῳ τούτῳ τῷ τόπῳ χρήσασθαι καὶ τοῖς περὶ τὴν Ἑλλάδα πράγμασιν ἐφεδρεύειν.
105.1
εὐθὺ δὲ καὶ πρεσβειῶν πρὸς αὐτὸν παραγενομένων παρά τε Δημητρίου τοῦ πολιορκητοῦ καὶ Κασάνδρου περὶ συμμαχίας τούτων μὲν οὐδετέρῳ προσέθετο, τοὺς δὲ Ταραντίνους καὶ τῶν ἄλλων τινὰς πυθόμενος ἀφεστηκέναι τῆς μὲν Κορκύρας τὴν ἱκανὴν φυλακὴν ἀπέλιπεν, μετὰ δὲ τῆς ἄλλης δυνάμεως ἔπλει κατὰ σπουδὴν ἐπὶ τὴν Ἰταλίαν, ὡς κολάσων τοὺς ἀπειθοῦντας. προσσχὼν δὲ τῇ χώρᾳ καθʼ ὃν τόπον ἐφύλασσον οἱ βάρβαροι, τὴν μὲν πόλιν ἑλὼν ἐξηνδραποδίσατο, τὴν δὲ χώραν ἐλεηλάτησεν.
105.2
ὁμοίως δὲ τὸ καλούμενον Τριόπιον ἐκπολιορκήσας εἰς τρισχιλίους ἔλαβεν αἰχμαλώτους. καθʼ ὃν δὴ χρόνον οἱ μὲν ἀπὸ τῆς χώρας βάρβαροι συνδραμόντες ἐπέθεντο νυκτὸς τῇ στρατοπεδείᾳ καὶ μάχης γενομένης ἀνεῖλον τῶν μετὰ Κλεωνύμου πλείους τῶν διακοσίων, ἐζώγρησαν δὲ περὶ χιλίους.
105.3
ἅμα δὲ τῷ κινδύνῳ τούτῳ χειμὼν ἐπιγενόμενος εἴκοσι τῶν νεῶν διέφθειρε πλησίον ὁρμουσῶν τῆς παρεμβολῆς. ὁ δὲ Κλεώνυμος δυσὶν ἐλαττώμασι τηλικούτοις περιπεσὼν ἀπέπλευσε μετὰ τῆς δυνάμεως εἰς τὴν Κόρκυραν.
106.1
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος. ἐπὶ δὲ τούτων Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην καὶ πάντα τὸν πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος.