Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

107.3 ἐπεὶ δὲ κατὰ θάλατταν ἦλθε τοῖς πολιορκουμένοις στρατιωτῶν πλῆθος παρὰ Δημητρίου τὸ δυνάμενον τὴν ἀσφάλειαν παρέχεσθαι τῇ πόλει, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὴν δʼ ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν προσαγαγόμενος καὶ Σύνναδα πόλιν ἔχουσαν ἀποσκευὰς μεγάλας βασιλικὰς ἐπολιόρκησεν.
107.4 ὅτε δὴ καὶ Δόκιμον τὸν Ἀντιγόνου στρατηγὸν πείσας κοινοπραγεῖν τά τε Σύνναδα παρέλαβε διὰ τούτου καὶ τῶν ὀχυρωμάτων ἔνια τῶν ἐχόντων τὰ βασιλικὰ χρήματα. ὁ δʼ ἐπὶ τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας πεμφθεὶς ὑπὸ Λυσιμάχου στρατηγὸς Πρεπέλαος Ἀδραμυττίου μὲν ἐκυρίευσεν ἐν παρόδῳ, τὴν δʼ Ἔφεσον πολιορκήσας καὶ καταπληξάμενος τοὺς ἔνδον παρέλαβε τὴν πόλιν. καὶ τοὺς μὲν ἐγκαταληφθέντας τῶν Ῥοδίων ἑκατὸν ὁμήρους ἀπέστειλεν εἰς τὴν πατρίδα, τοὺς δʼ Ἐφεσίους ὑποσπόνδους ἀφῆκε, τὰς δὲ ναῦς τὰς ἐν τῷ λιμένι πάσας ἐνέπρησε διὰ τὸ θαλασσοκρατεῖν τοὺς πολεμίους καὶ τὴν ὅλην κρίσιν τοῦ πολέμου ἄδηλον ὑπάρχειν.
107.5 μετὰ δὲ ταῦτα Τηίους μὲν καὶ Κολοφωνίους προσηγάγετο, Ἐρυθραίοις δὲ καὶ Κλαζομενίοις ἐλθούσης κατὰ θάλατταν βοηθείας τὰς μὲν πόλεις ἑλεῖν οὐκ ἠδυνήθη, τὴν δὲ χώραν αὐτῶν πορθήσας ἀνέζευξεν ἐπὶ Σάρδεις. ἐνταῦθα δὴ τὸν Ἀντιγόνου στρατηγὸν Φοίνικα καὶ Δόκιμον πείσας ἀποστῆναι τοῦ βασιλέως παρέλαβε τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην γὰρ φυλάττων Φίλιππος εἷς τῶν Ἀντιγόνου φίλων βεβαίαν ἐτήρει τὴν εὔνοιαν τὴν πρὸς τὸν πεπιστευκότα. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
108.1 Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων ταλάντων.
108.2 αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme