Book 20
112.2
ὁ δὲ Πλείσταρχος ἐπειδὴ παραγενόμενος ἐπὶ τὸ στόμα τοῦ Πόντου κατέλαβε τοὺς τόπους προκατεχομένους ὑπὸ τῶν πολεμίων, ἀπογνοὺς τὴν διάβασιν παρῆλθεν εἰς Ὀδησσόν, ἣ κεῖται μεταξὺ μὲν τῆς τε Ἀπολλωνίας καὶ Καλλαντίας, κατʼ ἀντικρὺ δὲ τῆς ἐν τῷ πέραν Ἡρακλείας, ἐχούσης τι μέρος τῆς Λυσιμάχου δυνάμεως.
112.3
οὐκ ἔχων δʼ ἱκανὰ πόρια πρὸς τὴν τῶν στρατιωτῶν διάβασιν τριχῇ διεμέρισε τὴν δύναμιν. τὴν μὲν οὖν πρώτην ἀποστολὴν συνέβη διασωθῆναι πρὸς τὴν Ἡράκλειαν, τὴν δὲ δευτέραν ὑπὸ τῶν περὶ τὸ στόμα τοῦ Πόντου φυλακίδων νεῶν ἁλῶναι. κατὰ τὴν τρίτην δὲ αὐτοῦ συνδιαβαίνοντος τοῦ Πλειστάρχου χειμὼν ἐπεγενήθη τηλικοῦτος ὥστε τὰ πλεῖστα τῶν σκαφῶν καὶ τῶν σωμάτων διαφθαρῆναι·
112.4
καὶ γὰρ ἡ κομίζουσα ναῦς ἑξήρης τὸν στρατηγὸν συνεκλύσθη καὶ τῶν ἐν αὐτῇ πλεόντων οὐκ ἐλαττόνων ἢ πεντακοσίων τρεῖς πρὸς τοῖς τριάκοντα μόνον διεσώθησαν. ἐν δὲ τούτοις ἦν καὶ ὁ Πλείσταρχος, ναυαγίου μὲν ἐπειλημμένος, εἰς δὲ τὴν γῆν ἡμιθανὴς ἐκβεβρασμένος. οὗτος μὲν οὖν ἀποκομισθεὶς εἰς Ἡράκλειαν καὶ προσαναλαβὼν ἐκ τῆς ἀτυχίας τὸ σῶμα πρὸς Λυσίμαχον εἰς τὴν χειμασίαν ἀνέζευξε, ἀποβεβληκὼς τὸ πλεῖον τῆς δυνάμεως.
113.1
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ Πτολεμαῖος ὁ βασιλεὺς ἀναζεύξας ἐξ Αἰγύπτου μετὰ δυνάμεως ἀξιολόγου τὰς μὲν ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις ἁπάσας ὑποχειρίους ἐποιήσατο· Σιδῶνα δὲ πολιορκοῦντος αὐτοῦ τινες παρῆσαν ἀπαγγέλλοντες ψευδῶς ὅτι παρατάξεως γενομένης τοῖς βασιλεῦσιν οἱ μὲν περὶ Λυσίμαχον καὶ Σέλευκον ἡττηθέντες ἀποκεχωρήκασιν εἰς τὴν Ἡράκλειαν, Ἀντίγονος δὲ νενικηκὼς προσάγει μετὰ δυνάμεως ἐπὶ Συρίας.
113.2
παραλογισθεὶς οὖν ὑπὸ τούτων καὶ πεισθεὶς ἀληθῆ τὴν προσαγγελίαν εἶναι, πρὸς μὲν τοὺς Σιδωνίους εἰς τέτταρας μῆνας ἀνοχὰς ἐποιήσατο, τὰς δὲ χειρωθείσας πόλεις φρουραῖς ἀσφαλισάμενος ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Αἴγυπτον.