Book 20
9.4
διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ὅ,τι δέοι πράττειν. στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο.
9.5
ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων. τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.
10.1
ἀναθαρσησάντων οὖν πάντων πάλιν ταῖς ψυχαῖς ἡ γερουσία τοὺς μὲν ναυάρχους ἅπαντας κατεμέμψατο ὅτι θαλαττοκρατοῦντες εἴασαν πολεμίαν δύναμιν ἐπιβῆναι τῆς Λιβύης, στρατηγοὺς δὲ ἀπέδειξαν τῶν δυνάμεων Ἄννωνα καὶ Βορμίλκαν, πατρῴαν ἔχθραν ἔχοντας·
10.2
ἡγοῦντο γὰρ διὰ τὴν ἰδίαν τούτοις ἀπιστίαν καὶ διαφορὰν κοινὴν ἔσεσθαι τῆς πόλεως ἀσφάλειαν. πολὺ δὲ διεσφάλησαν τῆς ἀληθείας. ὁ γὰρ Βορμίλκας πάλαι μὲν ἦν ἐπιθυμητὴς τυραννίδος, οὐκ ἔχων δʼ ἐξουσίαν οὐδὲ καιρὸν οἰκεῖον ταῖς ἐπιβολαῖς τότε ἔλαβεν ἀφορμὰς ἀξιολόγους,
10.3
τυχῶν τῆς στρατηγίας. αἰτία δὲ μάλιστα τούτων ἡ πρὸς τὰς τιμωρίας πικρία τῶν Καρχηδονίων· τοὺς γὰρ ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐν μὲν τοῖς πολέμοις προάγουσιν ἐπὶ τὰς ἡγεμονίας, νομίζοντες δεῖν αὐτοὺς τῶν ὅλων προκινδυνεύειν· ὅταν δὲ τύχωσι τῆς εἰρήνης, τοὺς αὐτοὺς τούτους συκοφαντοῦσι καὶ κρίσεις ἀδίκους ἐπιφέροντες διὰ τὸν φθόνον τιμωρίαις περιβάλλουσι.
10.4
διὸ καὶ τῶν ἐπὶ τὰς ἡγεμονίας ταττομένων τινὲς μὲν φοβούμενοι τὰς ἐν τῷ δικαστηρίῳ κρίσεις ἀποστάται γίνονται τῆς ἡγεμονίας, τινὲς δʼ ἐπιτίθενται τυραννίσιν· ὅπερ καὶ τότε Βορμίλκας ὁ ἕτερος τῶν στρατηγῶν ἐποίησε, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν.