Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

11.5 ταῦτα δέ, καίπερ ἄν τισι δόξαντα κενὴν ἔχειν ἐπίνοιαν, πολλάκις αἴτια γίνεται μεγάλων προτερημάτων. ὃ καὶ τότε συνέβη γενέσθαι· ἐμπεσόντος γὰρ εἰς τὰ πλήθη θάρσους καὶ διαδοθέντων λόγων ὡς τὸ θεῖον αὐτοῖς φανερῶς προσημαίνει νίκην, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν.
12.1 προεμβαλόντων γὰρ εἰς αὐτοὺς τῶν ἁρμάτων ἃ μὲν κατηκόντισαν, ἃ δʼ εἴασαν διεκπεσεῖν, τὰ δὲ πλεῖστα συνηνάγκασαν στρέψαι πρὸς τὴν τῶν πεζῶν τάξιν.
12.2 παραπλησίως δὲ καὶ τὴν τῶν ἱππέων ἐπιφορὰν ὑποστάντες καὶ πολλοὺς αὐτῶν κατατιτρώσκοντες ἐποίησαν φυγεῖν εἰς τοὐπίσω. προαγωνιζομένων δʼ αὐτῶν ἐν τούτοις λαμπρῶς ἡ πεζὴ δύναμις τῶν βαρβάρων ἅπασα συνῆψεν εἰς χεῖρας.
12.3 γενναίας δὲ μάχης γιγνομένης Ἄννων μὲν ἔχων συναγωνιζόμενον τὸν ἱερὸν λόχον ἐπιλέκτων ἀνδρῶν καὶ σπεύδων ποιῆσαι διʼ αὑτοῦ τὴν νίκην ἐνέκειτο βαρὺς τοῖς Ἕλλησι καὶ συχνοὺς ἀνῄρει. φερομένων δʼ ἐπʼ αὐτὸν παντοδαπῶν βελῶν οὐκ εἶκεν, ἀλλὰ καίπερ πολλοῖς τραύμασι περιπίπτων ἐβιάζετο, μέχρις ὅτου καταπονηθεὶς ἐτελεύτησε.
12.4 τούτου δὲ πεσόντος οἱ μὲν ταύτῃ τεταγμένοι τῶν Καρχηδονίων ἀνετράπησαν ταῖς ψυχαῖς, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα μετεωρισθέντες πολὺ μᾶλλον ἐπερρώσθησαν.
12.5 ἃ δὴ πυθόμενός τινων Βορμίλκας, ὁ ἕτερος στρατηγός, καὶ νομίσας παρὰ θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν τοῦ λαβεῖν ἀφορμὰς πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος, διελογίζετο πρὸς αὑτόν, εἰ μὲν ἡ μετὰ Ἀγαθοκλέους διαφθαρείη δύναμις, μὴ δυνήσεσθαι τὴν ἐπίθεσιν ποιήσασθαι τῇ δυναστείᾳ, τῶν πολιτῶν ἰσχυόντων, εἰ δὲ ἐκεῖνος νικήσας τὰ φρονήματα παρέλοιτο τῶν Καρχηδονίων, εὐχειρώτους μὲν ἑαυτῷ τοὺς προηττημένους ἔσεσθαι, τὸν δʼ Ἀγαθοκλέα ῥᾳδίως καταπολεμήσειν,
12.6 ὅταν αὐτῷ δόξῃ. ταῦτα δὲ διανοηθεὶς ἀνεχώρησε μετὰ τῶν πρωτοστατῶν, δοὺς τοῖς μὲν πολεμίοις ἄσημον ἔκκλιμα, τοῖς δʼ ἰδίοις δηλώσας τὸν Ἄννωνος θάνατον καὶ παρακελευόμενος ἀναχωρεῖν ἐν τάξει πρὸς τὸν γεώλοφον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme