Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

47.1 Φρίξον τὸν Ἀθάμαντος μυθολογοῦσι διὰ τὰς ἀπὸ τῆς μητρυιᾶς ἐπιβουλὰς ἀναλαβόντα τὴν ἀδελφὴν Ἕλλην φυγεῖν ἐκ τῆς Ἑλλάδος. περαιουμένων δʼ αὐτῶν κατά τινα θεῶν πρόνοιαν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ κριοῦ χρυσομάλλου, τὴν μὲν παρθένον ἀποπεσεῖν εἰς τὴν θάλατταν, ἣν ἀπʼ ἐκείνης Ἑλλήσποντον ὀνομασθῆναι, τὸν δὲ Φρίξον εἰς τὸν Πόντον πορευθέντα καταχθῆναι μὲν πρὸς τὴν Κολχίδα, κατὰ δέ τι λόγιον θύσαντα τὸν κριὸν ἀναθεῖναι τὸ δέρος εἰς τὸ τοῦ Ἄρεος ἱερόν.
47.2 μετὰ δὲ ταῦτα βασιλεύοντος τῆς Κολχίδος Αἰήτου χρησμὸν ἐκπεσεῖν ὅτι τότε καταστρέψει τὸν βίον ὅταν ξένοι καταπλεύσαντες τὸ χρυσόμαλλον δέρος ἀπενέγκωσι. διὰ δὴ ταύτας τὰς αἰτίας καὶ διὰ τὴν ἰδίαν ὠμότητα καταδεῖξαι θύειν τοὺς ξένους, ἵνα διαδοθείσης τῆς φήμης εἰς ἅπαντα τόπον περὶ τῆς Κόλχων ἀγριότητος μηδεὶς τῶν ξένων ἐπιβῆναι τολμήσῃ τῆς χώρας. περιβαλεῖν δὲ καὶ τῷ τεμένει τεῖχος καὶ φύλακας πολλοὺς ἐπιστῆσαι τῶν ἐκ τῆς Ταυρικῆς· ἀφʼ ὧν καὶ τερατώδεις παρὰ τοῖς Ἕλλησι πλασθῆναι μύθους.
47.3 διαβεβοῆσθαι γὰρ ὅτι πυρίπνοοι ταῦροι περὶ τὸ τέμενος ὑπῆρχον, δράκων δʼ ἄυπνος ἐτήρει τὸ δέρος, ἀπὸ μὲν τῶν Ταύρων μετενεχθείσης τῆς ὁμωνυμίας ἐπὶ τὴν τῶν βοῶν ἰσχύν, ἀπὸ δὲ τῆς κατὰ τὴν ξενοκτονίαν ὠμότητος πυρπνεῖν τοὺς ταύρους μυθολογηθέντος· παραπλησίως δὲ τοῦ τηροῦντος τὸ τέμενος Δράκοντος ὀνομαζομένου, μετενηνοχέναι τοὺς ποιητὰς ἐπὶ τὸ τερατῶδες καὶ καταπληκτικὸν τοῦ ζῴου.
47.4 τῆς ὁμοίας δὲ μυθολογίας ἔχεσθαι καὶ τὰ περὶ τοῦ Φρίξου λεγόμενα. διαπλεῦσαι γὰρ αὐτόν φασιν οἱ μὲν ἐπὶ νεὼς προτομὴν ἐπὶ τῆς πρῴρας ἐχούσης κριοῦ, καὶ τὴν Ἕλλην δυσφοροῦσαν ἐπὶ τῇ ναυτίᾳ, καὶ διὰ τοῦτʼ ἐπὶ τοῦ τοίχου τῆς νεὼς ἐκκύπτουσαν, εἰς τὴν θάλατταν προπεσεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme