Book 20
47.5
ἔνιοι δέ φασι τὸν βασιλέα τῶν Σκυθῶν, ὄντα γαμβρὸν Αἰήτου, παρὰ τοῖς Κόλχοις ἐπιδημῆσαι καθʼ ὃν καιρὸν ἁλῶναι συνέβη τὸν Φρίξον μετὰ τοῦ παιδαγωγοῦ, ἐρωτικῶς δὲ σχόντα τοῦ παιδὸς λαβεῖν αὐτὸν ἐν δωρεᾷ παρʼ Αἰήτου, καὶ καθάπερ υἱὸν γνήσιον ἀγαπήσαντα καταλιπεῖν αὐτῷ τὴν βασιλείαν. τὸν δὲ παιδαγωγὸν ὀνομαζόμενον Κριὸν τυθῆναι τοῖς θεοῖς, καὶ τοῦ σώματος ἐκδαρέντος προσηλωθῆναι τῷ νεῷ τὸ δέρμα κατά τι νόμιμον.
28.6
μετὰ δὲ ταῦτα Αἰήτῃ γενομένου χρησμοῦ, καθʼ ὃν ἐσημαίνετο τότε τελευτήσειν αὐτὸν ὅταν ξένοι καταπλεύσαντες τὸ τοῦ Κριοῦ δέρος ἀπενέγκωσι, τὸν βασιλέα φασὶ τειχίσαι τὸ τέμενος καὶ φρουρὰν ἐγκαταστῆσαι, πρὸς δὲ τούτοις χρυσῶσαι τὸ δέρος, ἵνα διὰ τὴν ἐπιφάνειαν ὐπὸ τῶν στρατιωτῶν ἐπιμελεστάτης ἀξιωθῇ φυλακῆς. ταῦτα μὲν οὖν ἐξέσται τοὺς ἀναγινώσκοντας κρίνειν πρὸς τὰς ἰδίας ἑκάστου προαιρέσεις.
48.1
τὴν δὲ Μήδειαν ἱστοροῦσι καθηγήσασθαι τοῖς Ἀργοναύταις πρὸς τὸ τοῦ Ἄρεος τέμενος, ἀπέχον ἑβδομήκοντα σταδίους ἀπὸ τῆς πόλεως, ἣν καλεῖσθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλχων. προσελθοῦσαν δὲ ταῖς πύλαις κεκλειμέναις νυκτὸς τῇ Ταυρικῇ διαλέκτῳ προσφωνῆσαι τοὺς φρουρούς.
48.2
τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύμως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύτας εἰσπεσόντας ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δʼ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν.
48.3
παραπλησίως δὲ τούτοις καὶ τὴν Μήδειαν ἐν τῷ τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι, καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν ποιήσασθαι.
48.4
τῶν δὲ διαφυγόντων Ταύρων ἀπαγγειλάντων τῷ βασιλεῖ τὴν γενομένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας καταλαβεῖν πλησίον τῆς θαλάττης· ἐξ ἐφόδου δὲ συνάψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφιτον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῷ πλήθει τῶν συναγωνιζομένων περιχυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι.