Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

24.4 ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν. συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι. προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη.
24.5 ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.
25.1 Βυζαντίους μὲν γὰρ καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν· Καλλαντιανῶν δὲ πολιορκουμένων ὑπὸ Λυσιμάχου καὶ πιεζουμένων τῇ σπάνει τῶν ἀναγκαίων χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας. οἷς οὐ μόνον τῆς καταφυγῆς παρέσχετο τὴν ἀσφάλειαν, ἀλλὰ καὶ πόλιν ἔδωκε κατοικεῖν, ἐπὶ δὲ τούτοις τὴν ὀνομαζομένην Ψόαν καὶ τὴν χώραν κατεκληρούχησεν.
25.2 ὑπὲρ δὲ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς λῃστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους, ἔτι δʼ Ἀχαιοὺς καθαρὰν λῃστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν, ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς εὐεργεσίας καρπὸν κάλλιστον τὸν ἔπαινον.
25.3 προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν ἐπιφανεστέραν ἐπὶ πολὺ κατεσκεύασε. καθόλου δʼ ἐπεχείρησε πάντα τὰ περὶ τὸν Πόντον ἔθνη καταστρέφεσθαι καὶ τάχα ἂν ἐκράτησε τῆς ἐπιβολῆς, εἰ μὴ σύντομον ἔσχε τὴν τοῦ βίου τελευτήν. πέντε γὰρ ἔτη καὶ τοὺς ἴσους μῆνας βασιλεύσας κατέστρεψε τὸν βίον, παραδόξῳ συμπτώματι χρησάμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme