Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

19.3 πρὸ δὲ τῆς μάχης τῆς πρὸς τοὺς ἐν Κρήτῃ γίγαντας λέγεται τὸν Δία θῦσαι βοῦν Ἡλίῳ καὶ Οὐρανῷ καὶ Γῇ· ἐπὶ δὲ τῶν ἱερῶν ἁπάντων φανῆναι τὰ περὶ τούτων ἐπικριθέντα ἐπισημαίνεται κράτος καὶ ἀπόστασις ἀπὸ τῶν πολεμίων πρὸς αὐτούς. ἀκόλουθον δὲ τούτοις γενέσθαι τοῦ πολέμου τὸ τέλος· αὐτομολῆσαι μὲν γὰρ ἐκ τῶν πολεμίων Μουσαῖον, καὶ τυχεῖν ὡρισμένων τιμῶν, κατακοπῆναι δʼ ὑπὸ τῶν θεῶν ἅπαντας τοὺς ἀντιταξαμένους.
arg. ὡς Λακεδαιμόνιοι παρὰ τὰς κοινὰς ὁμολογίας Μαντινεῖς μετῴκισαν ἐκ τῆς πατρίδος.
19.4 συστῆναι δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δʼ Ἰταλίας κατὰ τὸ πεδίον, ὃ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον.
arg. περὶ τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων.
19.5 κολασθῆναι δὲ τοὺς γίγαντας ὑπὸ Διὸς διὰ τὴν εἰς τοὺς ἄλλους ἀνθρώπους παρανομίαν καὶ διὰ τὸ ταῖς τοῦ σώματος ὑπεροχαῖς καὶ ῥώμαις πεποιθότας καταδουλοῦσθαι μὲν τοὺς πλησιοχώρους, ἀπειθεῖν δὲ τοῖς περὶ τοῦ δικαίου τιθεμένοις νόμοις, πόλεμον δʼ ἐκφέρειν πρὸς τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας ὑπὸ πάντων θεοὺς νομιζομένους.
arg. περὶ τῆς Τιριβάζου συλλήψεως καὶ τῆς ἀπολύσεως αὐτοῦ.
19.6 τὸν δʼ οὖν Δία λέγουσι μὴ μόνον ἄρδην ἐξ ἀνθρώπων ἀφανίσαι τοὺς ἀσεβεῖς καὶ πονηρούς, ἀλλὰ καὶ τοῖς ἀρίστοις τῶν θεῶν καὶ ἡρώων, ἔτι δʼ ἀνδρῶν τὰς ἀξίας ἀπονεῖμαι τιμάς. διὰ δὲ τὸ μέγεθος τῶν εὐεργεσιῶν καὶ τὴν ὑπεροχὴν τῆς δυνάμεως συμφώνως αὐτῷ παρὰ πάντων συγκεχωρῆσθαι τήν τε βασιλείαν εἰς τὸν ἀεὶ χρόνον καὶ τὴν οἴκησιν τὴν ἐν Ὀλύμπῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme