Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

3.1 οὗτος μὲν οὖν τοσαύτας ἀφορμὰς ἔχων τεθαρρηκότως συγκατέβαινεν εἰς τὸν πόλεμον. καὶ πρῶτον μὲν λῃστρικὰς ἔχων ναῦς οὐκ ὀλίγας ἐφήδρευσε ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς, καὶ τὰς μὲν αὐτῶν διέφθειρεν ἐν θαλάττῃ, τὰς δὲ διεκώλυσεν, ἐνίας δὲ ἀφείλατο. διὸ καὶ τῶν ἐμπόρων μὴ τολμώντων εἰς τὴν Κύπρον παρακομίζειν σῖτον, μεγάλων δὲ δυνάμεων ἠθροισμένων εἰς τὴν νῆσον, ταχὺ σιτοδεία κατέσχε τὸ τῶν Περσῶν στρατόπεδον.
28.4 τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκουμένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων ὠφελείας. Δήμητραν μὲν γὰρ περαιωθεῖσαν εἰς τὴν Ἀττικὴν ἐκεῖθεν εἰς Σικελίαν ἀπᾶραι, καὶ μετὰ ταῦτʼ εἰς Αἴγυπτον· ἐν δὲ τούτοις τοῖς τόποις μάλιστα τὸν τοῦ σίτου καρπὸν παραδοῦσαν καὶ τὰ περὶ τὸν σπόρον διδάξασαν μεγάλων τιμῶν τυχεῖν παρὰ τοῖς εὖ παθοῦσιν.
3.2 τῆς δʼ ἀπορίας γενομένης εἰς στάσιν, οἱ μισθοφόροι τῶν Περσῶν ἐπὶ τοὺς ἡγεμόνας ὁρμήσαντες καί τινας ἀνελόντες ταραχῆς καὶ στάσεως ἐνέπλησαν τὸ στρατόπεδον. μόγις δʼ οἱ στρατηγοὶ τῶν Περσῶν καὶ ὁ τῆς ναυτικῆς δυνάμεως ἡγούμενος, ὀνομαζόμενος δὲ Γλῶς, κατέπαυσαν τὴν στάσιν.
28.5 ὁμοίως δʼ Ἀφροδίτην ἐνδιατρῖψαι τῆς μὲν Σικελίας περὶ τὸν Ἔρυκα, τῶν δὲ νήσων περὶ Κύθηρα καὶ Πάφον τῆς Κύπρου, τῆς δὲ Ἀσίας περὶ τὴν Συρίαν· διὰ δὲ τὴν ἐπιφάνειαν καὶ τὴν ἐπὶ πλέον ἐπιδημίαν αὐτῆς τοὺς ἐγχωρίους ἐξιδιάζεσθαι τὴν θεόν, καλοῦντας Ἀφροδίτην Ἐρυκίνην καὶ Κυθέρειαν καὶ Παφίαν, ἔτι δὲ καὶ Συρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme