Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

82.2 αἱ δὲ νῆσοι διαπνεόμεναι καὶ τὸν ἀέρα παρεχόμεναι τοῖς ἐνοικοῦσιν ὑγιεινόν, ἔτι δὲ τοῖς καρποῖς ἐπιτυγχάνουσαι, ἀεὶ μᾶλλον εὐπορίας ἔγεμον, καὶ ταχὺ τοὺς κατοικοῦντας αὐτὰς μακαρίους ἐποίησαν. διὸ καὶ μακάρων ὠνομάσθησαν νῆσοι, τῆς εὐπορίας τῶν ἀγαθῶν αἰτίας γενομένης τῆς προσηγορίας.
8.5 ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν καὶ πιστεύσας ταῖς διαβολαῖς, ἔγραψε τῷ Ὀρόντῃ συλλαβεῖν τὸν Τιρίβαζον καὶ πρὸς ἑαυτὸν ἀποστεῖλαι. οὗ πράξαντος τὸ προσταχθέν, ὁ μὲν Τιρίβαζος ἀναχθεὶς ὡς τὸν βασιλέα καὶ κρίσεως τυχεῖν ἀξιώσας κατὰ μὲν τὸ παρὸν παρεδόθη εἰς φυλακήν, μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἔχοντος πόλεμον πρὸς Καδουσίους καὶ τὴν κρίσιν ἀναβαλλομένου, διείλκετο τὰ περὶ τοῦ δικαστηρίου.
33.3 ἔνιοι δέ φασιν αὐτὰς μακάρων νήσους ὠνομάσθαι ἀπὸ Μακαρέως καὶ Ἴωνος ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων αὐτῶν. καθόλου δʼ αἱ προειρημέναι νῆσοι διήνεγκαν εὐδαιμονίᾳ μάλιστα τῶν σύνεγγυς κειμένων οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν·
9.1 ὁ δʼ Ὀρόντης διαδεξάμενος τὴν ἡγεμονίαν τῶν ἐν τῇ Κύπρῳ δυνάμεων, καὶ τὸν Εὐαγόραν πάλιν τεθαρρηκότως ὁρῶν ὑπομένοντα τὴν πολιορκίαν, πρὸς δὲ τούτοις τῶν στρατιωτῶν χαλεπῶς ὑπομενόντων τὴν σύλληψιν τοῦ Τιριβάζου, καὶ διὰ τοῦτο ἀπειθούντων καὶ τὴν πολιορκίαν ἐγκαταλειπόντων, δείσας Ὀρόντης τὸ τῆς περιστάσεως παράλογον, ἐξέπεμψε πρὸς τὸν Εὐαγόραν τοὺς διαλεξομένους περὶ τῆς συλλύσεως καὶ κελεύσοντας συντίθεσθαι τὴν εἰρήνην, ἐφʼ οἷς ἐκεῖνος ἠξίου συντίθεσθαι πρὸς Τιρίβαζον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme