Book 20
34.4
οὐδέποτε γὰρ αὐτὸν δειλίᾳ συνεσχημένον ὑπομεῖναί τι παθεῖν ἄτοπον ἕνεκα τοῦ φιλοψυχεῖν. καὶ τούτου μάρτυρας ἐκείνους ὑπάρχειν ἀποφαινόμενος ἐγύμνωσε τὸ ξίφος, ὡς σφάξων ἑαυτόν. μέλλοντος δʼ ἐπιφέρειν πληγὴν ἀνεβόησε τὸ στρατόπεδον διακωλῦον καὶ πανταχόθεν ἐγίνοντο φωναὶ τῶν ἐγκλημάτων ἀπολύουσαι.
34.5
προστάττοντος δὲ τοῦ πλήθους ἀναλαβεῖν τὴν βασιλικὴν ἐσθῆτα δακρύων καὶ τοῖς ὄχλοις εὐχαριστῶν ἐνεδύετο τὸν προσήκοντα κόσμον, τοῦ πλήθους τὴν ἀποκατάστασιν κρότῳ παραμυθησαμένου. τῶν δὲ Καρχηδονίων καραδοκούντων ὡς αὐτίκα μάλα τῶν Ἑλλήνων πρὸς αὐτοὺς μεταθησομένων, Ἀγαθοκλῆς οὐ παρεὶς τὸν καιρὸν ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν.
34.6
οἱ μὲν οὖν βάρβαροι νομίζοντες τοὺς ἐναντίους ἀποχωρεῖν πρὸς αὑτούς, οὐδεμίαν τῶν πρὸς ἀλήθειαν πεπραγμένων ἔννοιαν ἐλάμβανον· ὁ δʼ Ἀγαθοκλῆς ὡς ἐπλησίασε τοῖς πολεμίοις, ἄφνω τὸ πολεμικὸν προσέταξε σημαίνειν καὶ προσπεσὼν πολὺν ἐποίει φόνον. οἱ δὲ Καρχηδόνιοι παραδόξῳ συμπτώματι περιπεσόντες καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλόντες συνέφυγον εἰς τὴν παρεμβολήν.
34.7
Ἀγαθοκλῆς μὲν οὖν διὰ τὸν υἱὸν εἰς τοὺς ἐσχάτους ἐλθὼν κινδύνους διὰ τῆς ἰδίας ἀρετῆς οὐ μόνον λύσιν εὗρε τῶν κακῶν, ἀλλὰ καὶ τοὺς πολεμίους ἠλάττωσεν· οἱ δὲ τῆς στάσεως μάλιστʼ αἴτιοι γενόμενοι καὶ τῶν ἄλλων ὅσοι πρὸς τὸν δυνάστην ἀλλοτρίως διέκειντο, ὑπὲρ τοὺς διακοσίους ὄντες, ἐτόλμησαν πρὸς τοὺς Καρχηδονίους αὐτομολῆσαι. ἡμεῖς δὲ τὰ περὶ Λιβύην καὶ Σικελίαν διεληλυθότες μνησθησόμεθα καὶ τῶν ἐν Ἰταλίᾳ πραχθέντων.
35.1
τῶν γὰρ Τυρρηνῶν στρατευσάντων ἐπὶ πόλιν Σούτριον ἄποικον Ῥωμαίων οἱ μὲν ὕπατοι δυνάμεσιν ἁδραῖς ἐκβοηθήσαντες ἐνίκησαν μάχῃ τοὺς Τυρρηνοὺς καὶ συνεδίωξαν εἰς τὴν παρεμβολήν,
35.2
οἱ δὲ Σαυνῖται κατὰ τοῦτον τὸν χρόνον μακρὰν ἀπηρτημένης τῆς Ῥωμαίων δυνάμεως ἀδεῶς ἐπόρθουν τῶν Ἰαπύγων τοὺς τὰ Ῥωμαίων φρονοῦντας. διόπερ ἠναγκάσθησαν οἱ ὕπατοι διαιρεῖν τὰς δυνάμεις καὶ Φάβιος μὲν ἐν τῇ Τυρρηνίᾳ κατέμεινεν, Μάρκιος δὲ ἐπὶ τοὺς Σαυνίτας ἀναζεύξας Ἀλλίφας μὲν πόλιν εἷλεν κατὰ κράτος, τοὺς δὲ πολιορκουμένους τῶν συμμάχων ἐκ τῶν κινδύνων ἐρρύσατο.