Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

19.4 κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖς τῶν Λακεδαιμονίων διεφέροντο πρὸς ἀλλήλους ταῖς αἱρέσεσιν· Ἀγησίπολις μὲν γάρ, εἰρηνικὸς ὢν καὶ δίκαιος, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖς ὅρκοις καὶ παρὰ τὰς κοινὰς συνθήκας μὴ καταδουλοῦσθαι τοὺς Ἕλληνας· ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖς μὲν Πέρσαις ἐκδότους πεποιημένην τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, αὐτὴν δὲ συσκευαζομένην τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, ἐν ταῖς κοιναῖς συνθήκαις ὀμόσασαν τηρήσειν αὐτονόμους. ὁ δʼ Ἀγησίλαος, ὢν φύσει δραστικός, φιλοπόλεμος ἦν καὶ τῆς τῶν Ἑλλήνων δυναστείας ἀντείχετο.
72.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐάνδρου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιντον Σολπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας. ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆθος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme