Book 20
42.4
οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα θαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήθει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσθαι παντελῶς ἀπεδοκίμασαν, διʼ ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσθαι τὸν εἴσπλουν. διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καθορᾶσθαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς τὸ στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφʼ ἱκανὸν τόπον. εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ Ἰφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον.
42.5
ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν· οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν. οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δʼ ἐνοικοῦντας ἐξηνδραποδίσαντο.
43.1
μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, διʼ ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν. ὁ μὲν γὰρ Ἰφικράτης παρὰ τῶν αἰχμαλώτων πυθόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν κατʼ Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσθαι τὰς τῶν Αἰγυπτίων δυνάμεις· οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾦντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν· ἀσφαλεστέραν γὰρ ἔσεσθαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν.