Book 20
47.1
Λακεδαιμόνιοι δὲ στρατηγὸν καταστήσαντες Μνάσιππον ἐξαπέστειλαν ἐπὶ τὴν Κόρκυραν, ἔχοντα τριήρεις μὲν ἑξήκοντα καὶ πέντε, στρατιώτας δὲ χιλίους καὶ πεντακοσίους. οὗτος δὲ καταπλεύσας εἰς τὴν νῆσον καὶ προσλαβόμενος τοὺς φυγάδας εἰσέπλευσεν εἰς τὸν λιμένα, καὶ τεττάρων μὲν νεῶν ἐκυρίευσε, τῶν δὲ ὑπολοίπων τριῶν νεῶν φυγουσῶν πρὸς τὴν γῆν, αὗται μὲν ἐνεπρήσθησαν ὑπὸ τῶν Κορκυραίων, ἵνα μὴ τοῖς πολεμίοις ὑποχείριοι γένωνται. ἐνίκησε δὲ καὶ πεζῇ τοὺς ἐπὶ τῇ γῇ λόφον τινὰ κατειλημμένους, καὶ καθόλου πολὺν φόβον τοῖς Κορκυραίοις ἐπέστησεν.
47.2
Ἀθηναῖοι δὲ καὶ πάλαι μὲν ἀπεστάλκεισαν Τιμόθεον τὸν Κόνωνος ἐπὶ βοήθειαν τοῖς Κορκυραίοις μετὰ νεῶν ἑξήκοντα· οὗτος δὲ πρὸ τῆς συμμαχίας ταύτης πλεύσας ἐπὶ Θρᾴκης, καὶ πολλὰς πόλεις ἐπὶ συμμαχίαν προκαλεσάμενος, προσέθηκε τριάκοντα τριήρεις·
47.3
τότε δὲ καθυστερῶν τῆς τῶν Κορκυραίων συμμαχίας τὸ μὲν πρῶτον ἀπέβαλε τὴν στρατηγίαν, τοῦ δήμου χαλεπῶς πρὸς αὐτὸν διατεθέντος· ὡς δὲ παρέπλευσεν εἰς τὰς Ἀθήνας, ἄγων πρέσβεων πλῆθος τῶν τὴν συμμαχίαν συντιθεμένων καὶ τριάκοντα τριήρεις προστεθεικώς, πάντα δὲ τὸν στόλον εὖ κατεσκευακὼς πρὸς τὸν πόλεμον, μετενόησεν ὁ δῆμος καὶ πάλιν αὐτῷ τὴν στρατηγίαν ἀποκατέστησεν.
47.4
προσκατεσκεύαζον δὲ καὶ ἄλλας τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας γίνεσθαι ἑκατὸν καὶ τριάκοντα· ἐποιοῦντο δὲ καὶ σίτου καὶ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων ἀξιολόγους παρασκευάς. κατὰ δὲ τὸ παρὸν στρατηγὸν ἑλόμενοι Κτησικλέα μετὰ στρατιωτῶν πεντακοσίων ἐξέπεμψαν βοηθήσοντα τοῖς Κορκυραίοις.