Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

50.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀλκισθένους Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν ὀκτώ, Λεύκιον Οὐαλέριον καὶ Πόπλιον, ἔτι δὲ Γάιον Τερέντιον καὶ Λεύκιον Μενήνιον, πρὸς δὲ τούτοις Γάιον Σολπίκιον καὶ Τίτον Παπίριον καὶ Λεύκιον Αἰμίλιον, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη δευτέρα πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Δάμων Θούριος.
50.2 ἐπὶ δὲ τούτων, Λακεδαιμονίων ἔτη σχεδὸν πεντακόσια τῆς Ἑλλάδος ἐχόντων τὴν ἡγεμονίαν, τὸ θεῖον προεσήμαινεν αὐτοῖς τῆς ἀρχῆς τὴν ἀποβολήν· ὤφθη μὲν γὰρ κατὰ τὸν οὐρανὸν ἐπὶ πολλὰς νύκτας λαμπὰς μεγάλη καομένη, ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα πυρίνη δοκίς· μικρὸν δʼ ὕστερον ἡττηθέντες οἱ Σπαρτιᾶται παραδόξως μεγάλῃ μάχῃ τὴν ἡγεμονίαν ἀπέβαλον ἀνελπίστως.
50.3 ἔνιοι δὲ τῶν φυσικῶν τὴν γένεσιν τῆς λαμπάδος εἰς φυσικὰς αἰτίας ἀνέφερον, ἀποφαινόμενοι τὰ τοιαῦτα φαντάσματα κατηναγκασμένως γίνεσθαι χρόνοις ὡρισμένοις, καὶ περὶ τῶν τοιούτων τούς τε ἐν Βαβυλῶνι Χαλδαίους καὶ τοὺς ἄλλους ἀστρολόγους ποιουμένους προρρήσεις ἐναργεῖς ἐπιτυγχάνειν· τοὺς δὲ μὴ θαυμάζειν ὅταν γένηταί τι τοιοῦτον, ἀλλʼ ἐὰν μὴ γένηται, κατὰ τὰς ἰδίας ἑκάστων περιόδους αἰωνίοις κινήσεσι καὶ φοραῖς ὡρισμέναις συντελουμένων. τὴν δʼ οὖν λαμπάδα τοσαύτην ἐσχηκέναι λαμπρότητα καὶ δύναμιν τοῦ φωτός, ὥστʼ ἐπὶ τῆς γῆς σκιὰς ποιεῖν παραπλησίας τῇ σελήνῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme