Book 20
53.1
ὁ δὲ Κλεόμβροτος πυθόμενος τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους, τὸ μὲν ταύτῃ ποιεῖσθαι τὴν διέξοδον ἀπέγνω, πορευθεὶς δὲ διὰ τῆς Φωκίδος, καὶ διεξελθὼν τὴν παραθαλαττίαν ὁδὸν χαλεπὴν οὖσαν, ἐνέβαλεν εἰς τὴν Βοιωτίαν ἀκινδύνως· ἐν παρόδῳ δέ τινα τῶν πολισματίων χειρωσάμενος δέκα τριήρων ἐγκρατὴς ἐγένετο.
53.2
μετὰ δὲ ταῦτα καταντήσας εἰς τὰ καλούμενα Λεῦκτρα κατεστρατοπέδευσε καὶ τοὺς στρατιώτας ἐκ τῆς ὁδοιπορίας ἀνελάμβανεν. οἱ δὲ Βοιωτοὶ προάγοντες ἐπὶ τοὺς πολεμίους, ὡς ἤγγισαν αὐτοῖς καὶ λόφους τινὰς ὑπερβαλόντες ἄφνω κατενόησαν τοὺς Λακεδαιμονίους ἐπέχοντας ἅπαν τὸ Λευκτρικὸν πεδίον, κατεπλάγησαν ἰδόντες τὸ μέγεθος τῆς δυνάμεως.
53.3
συνεδρευσάντων δὲ τῶν βοιωταρχῶν καὶ βουλευομένων, πότερον χρὴ μένειν καὶ πρὸς πολλαπλασίονα δύναμιν διαγωνίζεσθαι ἢ τὴν ἀναχώρησιν ποιησάμενοι ἐν τόποις ὑπερδεξίοις συστήσονται τὴν μάχην, ἔτυχον αἱ γνῶμαι τῶν ἡγεμόνων ἴσαι γενόμεναι. ἓξ γὰρ ὄντων βοιωταρχῶν τρεῖς μὲν ᾤοντο δεῖν ἀπάγειν τὴν δύναμιν, τρεῖς δὲ μένειν καὶ διαγωνίζεσθαι, ἐν οἷς ἦν καὶ ὁ Ἐπαμεινώνδας συνεξαριθμούμενος. ἀπορίας δʼ οὔσης μεγάλης καὶ δυσκρίτου τῶν βοιωταρχῶν ὁ ἕβδομος ἧκεν, ὃν πείσας Ἐπαμεινώνδας ὁμόψηφον ἑαυτῷ γενέσθαι προετέρησε τῇ γνώμῃ. ὁ μὲν οὖν ὑπὲρ τῶν ὅλων ἀγὼν τοῦτον τὸν τρόπον ἐκυρώθη.