Book 20
2.2
οὐκ ὀλίγας γὰρ ἄν τις αἰτίας εὕροι, καθʼ ἃς κατὰ πολλὰ ἀναγκαίως παραληφθήσεται τὰ τῆς ῥητορείας· ἢ γὰρ πολλῶν εἰρημένων εὐστόχως καὶ καλῶς οὐ παραλειπτέον διʼ ὀλιγωρίαν τὰ μνήμης ἄξια καὶ τῇ ἱστορίᾳ κεκραμένην ἔχοντα τὴν ὠφέλειαν, ἢ μεγάλων καὶ λαμπρῶν τῶν ὑποθέσεων οὐσῶν οὐ περιορατέον ἐλάττονα τῶν ἔργων φανῆναι τὸν λόγον· ἔστι δʼ ὅτε παρὰ προσδοκίαν τοῦ τέλους ἐκβάντος ἀναγκασθησόμεθα τοῖς οἰκείοις τῆς ὑποθέσεως λόγοις χρήσασθαι χάριν τοῦ λῦσαι τὴν ἀλογίαν.
2.3
ἀλλὰ περὶ μὲν τούτων ἅλις ἡμῖν ἐχέτω, περὶ δὲ τῶν ὑποκειμένων πράξεων ῥητέον, παραθέντας πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους. ἐν μὲν οὖν ταῖς προηγουμέναις βύβλοις ἀναγεγράφαμεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων τὰς πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἕως ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους στρατείας εἰς τὴν Λιβύην, εἰς ἣν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται τρισὶ πλείω τῶν ὀκτακοσίων ὀγδοήκοντα· ἐν ταύτῃ δὲ τὸ συνεχὲς προστιθέντες τῆς ἱστορίας ἀρξόμεθα μὲν ἀπὸ τῆς εἰς Λιβύην διαβάσεως Ἀγαθοκλέους, καταλήξομεν δʼ εἰς τὸν ἐνιαυτὸν καθʼ ὃν οἱ βασιλεῖς συμφρονήσαντες κοινῇ διαπολεμεῖν ἤρξαντο πρὸς Ἀντίγονον τὸν Φιλίππου, περιλαβόντες ἔτη ἐννέα.
3.1
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἱερομνήμονος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Κόιντον Αἰμίλιον, κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἡττημένος ὑπὸ Καρχηδονίων τῇ περὶ τὸν Ἱμέραν μάχῃ καὶ τὸ πλεῖστον καὶ κράτιστον τῆς δυνάμεως ἀποβεβληκὼς συνέφυγεν εἰς τὰς Συρακούσσας.
3.2
ὁρῶν δὲ τούς τε συμμάχους ἅπαντας μεταβεβλημένους καὶ τοὺς βαρβάρους πλὴν Συρακουσσῶν ἁπάσης σχεδὸν Σικελίας κυριεύοντας καὶ πολὺ προέχοντας ταῖς τε πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν ἐπετελέσατο πρᾶξιν ἀνέλπιστον καὶ παραβολωτάτην.