Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

64.5 διαλέξας γὰρ τοὺς νέους, τούτους μὲν ἀπέστειλεν εἰς τὴν Σπάρτην, χρησίμους ἐσομένους τῇ κινδυνευούσῃ περὶ τῶν ὅλων· αὐτὸς δὲ μετὰ τῶν πρεσβυτέρων φυλάττων τὴν τάξιν καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, κυκλωθεὶς ὑπὸ τῶν Ἀρκάδων μετὰ πάντων ἀνῃρέθη.
64.6 Ἠλεῖοι δὲ τὴν τετάρτην μοῖραν ἔχοντες, καὶ κατʼ ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν Ἑλλασίαν παρεγένοντο· εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο. ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν Ἑλλασίαν, προῆγον ἐπʼ αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρπολοῦντες τὴν χώραν.
65.1 οἱ δὲ Λακεδαιμόνιοι, πεντακόσια ἔτη τὴν Λακωνικὴν τετηρηκότες ἀπόρθητον, τότε θεωροῦντες δῃουμένην ὑπὸ τῶν πολεμίων οὐκ ἐκαρτέρουν, ἀλλὰ τοῖς θυμοῖς προπίπτοντες ἐξεπήδων ἐκ τῆς πόλεως· κωλυόμενοι δʼ ὑπὸ τῶν πρεσβυτέρων προϊέναι μακρότερον ἀπὸ τῆς πατρίδος, μή τις ἐπίθηται, ἐπείσθησαν τὴν ἡσυχίαν ἄγειν καὶ τῇ πόλει παρέχεσθαι τὴν ἀσφάλειαν.
65.2 τῶν δὲ περὶ τὸν Ἐπαμεινώνδαν διὰ τοῦ Ταϋγέτου καταβαινόντων ἐπὶ τὸν Εὐρώταν, καὶ διαβαινόντων τὸν ποταμὸν σφοδρὸν ὄντα τῷ ῥεύματι κατὰ τὴν χειμερινὴν ὥραν, ὁρῶντες οἱ Λακεδαιμόνιοι τεταραγμένην τὴν δύναμιν τῶν ἐναντίων διὰ τὴν χαλεπότητα τῆς διαβάσεως, καιρὸν ἔλαβον εὔθετον πρὸς τὴν ἐπίθεσιν, καὶ τὰς μὲν γυναῖκας καὶ παῖδας, ἔτι δὲ καὶ τοὺς γεγηρακότας, ἀπέλιπον ἐν τῇ πόλει φυλάττοντας τὴν Σπάρτην, αὐτοὶ δὲ πανδημεὶ συντάξαντες τοὺς νέους ἐξεχύθησαν ἐπὶ τοὺς πολεμίους, καὶ προσπεσόντες ἄφνω τοῖς διαβαίνουσι πολὺν ἐποιοῦντο φόνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme