Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

66.2 οὐκ ἀνοίκειον δʼ εἶναι νομίζω, πολλάκις τῆς Μεσσήνης ἁλούσης καὶ κατασκαφείσης, τὰ περὶ αὐτὴν ἀπʼ ἀρχῆς ὡς ἐν κεφαλαίοις παραδραμεῖν. τὸ μὲν οὖν παλαιὸν οἱ ἀπὸ Νηλέως καὶ Νέστορος κατέσχον αὐτὴν μέχρι τῶν Τρωικῶν χρόνων, μετὰ δὲ ταῦθʼ ὁ Ἀγαμέμνονος Ὀρέστης καὶ οἱ ἀπὸ τούτου μέχρι τῆς καθόδου τῶν Ἡρακλειδῶν, ἀπὸ δὲ ταύτης Κρεσφόντης ἔλαχε τὴν Μεσσηνίαν μερίδα, καὶ οἱ ἀπὸ τούτου μέχρι τινὸς ἐβασίλευσαν αὐτῆς· ὕστερον δὲ τῶν ἀπὸ Κρεσφόντου τὴν βασιλείαν ἀποβαλόντων Λακεδαιμόνιοι κύριοι κατέστησαν αὐτῆς.
66.3 μετὰ δὲ ταῦτα Τηλέκλου τοῦ βασιλέως τῶν Λακεδαιμονίων ἀποθανόντος ἐν ἀγῶνι κατεπολεμήθησαν ὑπὸ Λακεδαιμονίων οἱ Μεσσήνιοι. τοῦτον δὲ τὸν πόλεμον εἰκοσαετῆ φασι γενέσθαι, κατομοσαμένων τῶν Λακεδαιμονίων μὴ ἀνακάμψειν εἰς τὴν Σπάρτην, ἐὰν μὴ Μεσσήνην ἕλωσιν. τότε δὲ συνέβη τοὺς παρθενίας ὀνομασθέντας γεννηθῆναι καὶ κτίσαι τὴν τῶν Ταραντίνων πόλιν. ὕστερον δὲ δουλευόντων Μεσσηνίων τοῖς Λακεδαιμονίοις, Ἀριστομένης ἔπεισε τοὺς Μεσσηνίους ἀποστῆναι τῶν Σπαρτιατῶν, καὶ πολλὰ κακὰ διειργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ὁ ποιητὴς ὑπὸ Ἀθηναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις.
66.4 ἔνιοι δὲ τὸν Ἀριστομένη γεγονέναι φασὶ κατὰ τὸν εἰκοσαετῆ πόλεμον. ὁ δʼ ὕστατος ἐγένετο πόλεμος αὐτοῖς σεισμοῦ μεγάλου γενομένου· καὶ τῆς μὲν Σπάρτης ὅλης σχεδὸν συγχυθείσης, ἀνδρῶν δʼ ἐρήμου γενομένης, οἱ Μεσσηνίων περιλειφθέντες ᾤκισαν τὴν Ἰθώμην μετὰ τῶν συναποστάντων Εἱλώτων, ἀναστάτου γεγενημένης τῆς Μεσσήνης πολλοὺς χρόνους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme