Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

66.5 ἀτυχήσαντες δʼ ἐν πᾶσι τοῖς πολέμοις, τὸ τελευταῖον ἀνάστατοι γενόμενοι κατῴκησαν ἐν Ναυπάκτῳ, δόντων αὐτοῖς Ἀθηναίων οἰκητήριον τήνδε τὴν πόλιν. καὶ τινὲς μὲν αὐτῶν εἰς Κεφαλληνίαν ἐξέπεσον, τινὲς δʼ ἐν Σικελίᾳ Μεσσήνην τὴν ἀπʼ ἐκείνων ὀνομασθεῖσαν κατῴκησαν.
66.6 τὸ δὲ τελευταῖον κατὰ τοὺς ὑποκειμένους καιροὺς Θηβαῖοι, πείσαντος αὐτοὺς Ἐπαμεινώνδου καὶ πανταχόθεν συναγαγόντος τοὺς Μεσσηνίους, ᾤκισαν τὴν Μεσσήνην καὶ τὴν ἀρχαίαν αὐτοῖς χώραν ἀποκατέστησαν. περὶ μὲν οὖν τὴν Μεσσήνην τοσαύτας καὶ τηλικαύτας συνέβη γενέσθαι μεταβολάς.
67.1 οἱ δὲ Θηβαῖοι πάντα τὰ προειρημένα συντελέσαντες ἐν ἡμέραις ὀγδοήκοντα καὶ πέντε, καὶ καταλιπόντες φυλακὴν ἀξιόλογον τῆς Μεσσήνης, ἐπανῆλθον εἰς τὴν οἰκείαν. Λακεδαιμόνιοι δὲ παραδόξως ἀποτετριμμένοι τοὺς πολεμίους, ἀπέστειλαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν, καὶ τὰς μὲν ὁμολογίας ἐποιήσαντο περὶ τῆς ἡγεμονίας, ὥστε τῆς μὲν θαλάττης ἄρχειν Ἀθηναίους, τῆς δὲ γῆς τοὺς Λακεδαιμονίους, μετὰ δὲ ταῦτα ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐποιήσαντο κοινὰς τὰς ἡγεμονίας.
67.2 Ἀρκάδες δὲ Λυκομήδην στρατηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταλειφθέντας φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραποδισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme