Book 20
68.3
ἔδοξεν οὖν αὐτοῖς ὀχυρώσασθαι τὰς παρόδους καὶ διακωλύειν τοὺς Βοιωτοὺς τῆς εἰς Πελοπόννησον εἰσβολῆς. ἀρξάμενοι δʼ ἀπὸ Κεγχρεῶν μέχρι Λεχαίου σταυρώμασι καὶ βαθείαις τάφροις διελάμβανον τὸν τόπον· ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὰς προθυμίας τῶν ἀνδρῶν, ἔφθασαν τοὺς Βοιωτοὺς πάντα τόπον ὀχυρώσαντες.
68.4
ὁ δʼ Ἐπαμεινώνδας ἥκων μετὰ τῆς δυνάμεως ἐπεσκέψατο, καὶ κατανοήσας εὐεφοδώτατον εἶναι τόπον καθʼ ὃν οἱ Λακεδαιμόνιοι παρεφύλαττον, τὸ μὲν πρῶτον προεκαλεῖτο τοὺς πολεμίους εἰς παράταξιν, σχεδὸν τριπλασίους ὄντας τοῖς πλήθεσιν, οὐδενὸς δὲ τολμῶντος ἐκτὸς τοῦ τειχίσματος προελθεῖν, ἀλλʼ ἀπὸ τοῦ χαρακώματος ἀμυνομένων ἁπάντων, προσῆγε τὴν βίαν τοῖς πολεμίοις.
68.5
κατὰ πάντα μὲν οὖν τὸν τόπον ἐγίνοντο προσβολαὶ καρτεραί, μάλιστα δὲ κατὰ Λακεδαιμονίους, εὐεφόδων ὄντων καὶ δυσφυλάκτων τῶν τόπων. μεγάλης δὲ φιλοτιμίας γενομένης παρʼ ἀμφοτέροις, Ἐπαμεινώνδας ἔχων μεθʼ ἑαυτοῦ τοὺς ἀρίστους τῶν Θηβαίων μόγις ἐβιάσατο τοὺς Λακεδαιμονίους· διακόψας δὲ τὴν φυλακὴν αὐτῶν καὶ τὴν δύναμιν διαγαγὼν παρῆλθεν εἰς τὴν Πελοπόννησον, διαπραξάμενος ἔργον οὐδὲν τῶν προκατειργασμένων καταδεέστερον.