Book 20
55.3
καὶ δήποτʼ ἐν τῷ συμποσίῳ κατανοήσας Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν ὄντʼ ἤρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ μεταλαβεῖν τῆς παρʼ αὐτοῦ φιλανθρωπίας· τοῦ δʼ εἰπόντος ὅτι βούλεται παρʼ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, ὁ μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν ὅ τι ἂν αἰτήσῃ χαρίσασθαι· ὁ δʼ εἶπεν ὅτι ξένου τινὸς ἑαυτοῦ δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγχάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι· ταύτας οὖν βούλεσθαι λαβεῖν οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλʼ ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ καὶ μὴ περιίδῃ μηδὲν παθούσας ἀνάξιον τῆς ἡλικίας.
55.4
μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ. πολλὰς δὲ καὶ ἄλλας παντοδαπὰς εὐεργεσίας καὶ δωρεὰς διασπείρων ἐκομίζετο τοὺς μισθοὺς πολλαπλασίους τῆς χάριτος· πολλοὶ γὰρ ταῖς τῆς εὐεργεσίας ἐλπίσι προκληθέντες ἔφθασαν ἀλλήλους προσνέμοντες ἑαυτοὺς τῷ Φιλίππῳ καὶ τὰς πατρίδας ἐγχειρίζοντες.
56.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεμιστοκλέους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Γάιος Κορνήλιος καὶ Μάρκος Ποπίλιος. ἐπὶ δὲ τούτων Βοιωτοὶ πολλὴν τῆς Φωκίδος χώραν πορθήσαντες περὶ τὴν ὀνομαζομένην Ὕαν πόλιν ἐνίκησαν τοὺς πολεμίους καὶ κατέβαλον αὐτῶν περὶ ἑβδομήκοντα.