Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

60.3 τοὺς δὲ Ἀμφικτύονας καὶ τὸν Φίλιππον τὰ ὅπλα τῶν Φωκέων καὶ τῶν μισθοφόρων καταπετροκοπῆσαι καὶ τὰ λείψανα αὐτῶν κατακαῦσαι καὶ τοὺς ἵππους ἀποδόσθαι. ἀκολούθως δὲ τούτοις διέταξαν οἱ Ἀμφικτύονες τὰ περὶ τὴν ἐπιμέλειαν τοῦ μαντείου καὶ τἄλλα πάντα τὰ πρὸς εὐσέβειαν καὶ κοινὴν εἰρήνην καὶ ὁμόνοιαν τοῖς Ἕλλησιν ἀνήκοντα.
60.4 μετὰ δὲ ταῦτα Φίλιππος μὲν τὰ δεδογμένα τοῖς Ἀμφικτύοσι συγκαταστήσας καὶ πρὸς πάντας φιλοφρονηθεὶς ἐπανῆλθεν εἰς Μακεδονίαν, οὐ μόνον δόξαν εὐσεβείας καὶ ἀρετῆς στρατηγικῆς περιπεποιημένος, ἀλλὰ καὶ πρὸς τὴν μέλλουσαν αὔξησιν αὐτῷ γίνεσθαι μεγάλα προκατεσκευασμένος.
60.5 ἐπεθύμει γὰρ τῆς Ἑλλάδος ἀποδειχθῆναι στρατηγὸς αὐτοκράτωρ καὶ τὸν πρὸς Πέρσας ἐξενεγκεῖν πόλεμον· ὅπερ καὶ συνέβη γενέσθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις τὰ κατὰ μέρος ἀναγράψομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.
61.1 δίκαιον δʼ εἶναι νομίζομεν πρῶτον ἀναγράψαι τὴν ἐκ θεῶν γενομένην τοῖς εἰς τὸ μαντεῖον παρανενομηκόσι κόλασιν, ὅλως γὰρ οὐ μόνον τοῖς αὐθένταις τῆς ἱεροσυλίας, ἀλλὰ καὶ πᾶσι τοῖς προσαψαμένοις μόνον τῆς παρανομίας ἀπαραίτητος ἐκ τοῦ δαιμονίου ἐπηκολούθησε τιμωρία.
61.2 ὁ μὲν γὰρ ἀρχιτέκτων τῆς καταλήψεως τοῦ ἱεροῦ Φιλόμηλος κατά τινα περίστασιν πολεμικὴν ἑαυτὸν κατεκρήμνισεν, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ὀνόμαρχος διαδεξάμενος τὴν τῶν ἀπονοηθέντων στρατηγίαν μετὰ τῶν συμπαραταξαμένων ἐν Θετταλίᾳ Φωκέων καὶ μισθοφόρων κατακοπεὶς ἐσταυρώθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme