Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

77.4 κατὰ δὲ τὴν Σικελίαν Καρχηδόνιοι μὲν μεγάλας παρασκευὰς εἰς τὸν πόλεμον πεποιημένοι διεβίβασαν τὰς δυνάμεις εἰς τὴν Σικελίαν. εἶχον δὲ τοὺς πάντας σὺν τοῖς προϋπάρχουσιν ἐν τῇ νήσῳ πεζοὺς μὲν πλείους τῶν ἑπτακισμυρίων, ἱππεῖς δὲ καὶ ἅρματα καὶ συνωρίδας οὐκ ἐλάττους τῶν μυρίων, ναῦς δὲ μακρὰς μὲν διακοσίας, φορτηγοὺς δὲ τὰς τοὺς ἵππους τε καὶ βέλη καὶ σῖτον καὶ τἄλλα κομιζούσας πλείους τῶν χιλίων.
77.5 Τιμολέων δὲ πυθόμενος τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως οὐ κατεπλάγη τοὺς βαρβάρους, καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος. ἔχων δὲ πόλεμον πρὸς Ἱκέταν διελύσατο πρὸς αὐτὸν καὶ προσλαβόμενος τοὺς μετὰ τούτου στρατιώτας οὐ μετρίως ηὔξησε τὴν ἰδίαν δύναμιν.
78.1 ἔδοξε δʼ αὐτῷ τὸν πρὸς τοὺς Φοίνικας ἀγῶνα συστήσασθαι κατὰ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ὅπως τὴν μὲν τῶν συμμάχων χώραν ἀσινῆ διαφυλάξῃ, τὴν δʼ ὑπὸ τοὺς βαρβάρους οὖσαν καταφθείρῃ.
78.2 εὐθὺς οὖν τούς τε μισθοφόρους καὶ Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους ἀθροίσας καὶ κοινὴν ἐκκλησίαν συναγαγὼν παρώρμησε τοῖς οἰκείοις λόγοις τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα· πάντων δʼ ἀποδεξαμένων τοὺς λόγους καὶ βοώντων ἄγειν τὴν ταχίστην ἐπὶ τοὺς βαρβάρους προῆγεν ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν μυρίων καὶ δισχιλίων.
78.3 ἤδη δʼ αὐτοῦ κατὰ τὴν Ἀκραγαντίνην ὄντος παραδόξως ἐνέπεσε τῇ στρατιᾷ ταραχὴ καὶ στάσις. τῶν γὰρ μισθοφόρων τις ὄνομα Θρασίος, σεσυληκὼς τὸ ἐν Δελφοῖς ἱερὸν μετὰ τῶν Φωκέων, ἀπονοίᾳ δὲ καὶ θράσει διαφέρων, ἀκόλουθον τοῖς πρότερον τετολμημένοις πρᾶξιν ἐπετελέσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme