Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

79.3 πάντων δὲ καθάπερ τινὶ μιᾷ φωνῇ βοώντων ἐπιθέσθαι τοῖς βαρβάροις καὶ κατάρχεσθαι τῆς μάχης, κατὰ τύχην ὑποζυγίων σέλινα κομιζόντων εἰς τὰς στιβάδας ὁ Τιμολέων ἔφη δέχεσθαι τὸν οἰωνὸν τῆς νίκης· τὸν γὰρ Ἰσθμιακὸν στέφανον ἐκ σελίνου συνίστασθαι.
79.4 οἱ δὲ στρατιῶται παραγγείλαντος τοῦ Τιμολέοντος ἐκ τῶν σελίνων πλέξαντες στεφάνους καὶ ταῖς κεφαλαῖς περιθέντες προῆγον μετὰ χαρᾶς, ὡς τῶν θεῶν προσημαινόντων αὐτοῖς τὴν νίκην· ὅπερ καὶ συνέβη γενέσθαι·
79.5 περιεγένοντο γὰρ ἀνελπίστως τῶν πολεμίων οὐ μόνον διὰ τὰς ἰδίας ἀνδραγαθίας, ἀλλὰ καὶ διὰ τὴν τῶν θεῶν συνεργίαν. ὁ μὲν γὰρ Τιμολέων ἐκτάξας τὴν δύναμιν κατέβαινεν ἀπό τινων λόφων ἐπὶ τὸν Κρίμισον ποταμὸν καὶ μυρίων ἤδη διαβεβηκότων ἐξ ἐφόδου τούτοις ἐπέρραξε, τεταγμένος αὐτὸς ἐπὶ μέσης τῆς φάλαγγος.
79.6 γενομένης δὲ μάχης καρτερᾶς καὶ τῶν Ἑλλήνων ὑπερεχόντων ταῖς τε ἀρεταῖς καὶ ταῖς εὐχειρίαις πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων. ἤδη δὲ φευγόντων τῶν διαβεβηκότων ἡ πᾶσα δύναμις τῶν Καρχηδονίων περαιωθεῖσα τὸ ῥεῖθρον διωρθώσατο τὴν τῶν ἰδίων ἧτταν.
80.1 καινοποιηθείσης δὲ τῆς μάχης καὶ τῶν Φοινίκων τῷ πλήθει περιχεομένων τοὺς Ἕλληνας ἄφνω πολὺς ἐκ τοῦ περιέχοντος ὄμβρος κατερράγη καὶ χαλάζης εὐμεγέθους πλῆθος, ἀστραπαί τε καὶ βρονταὶ μετὰ πνευμάτων μεγάλων κατέσκηπτον· καὶ τούτων ἁπάντων θυελλοφορουμένων τοῖς μὲν Ἕλλησι κατὰ νώτου, τοῖς δὲ βαρβάροις κατὰ πρόσωπον οἱ μὲν περὶ τὸν Τιμολέοντα τὸ σύμπτωμα ῥᾳδίως ὑπέμενον, οἱ δὲ Φοίνικες τὸ μέγεθος τῆς περιστάσεως φέρειν ἀδυνατοῦντες, ἅμα δὲ καὶ τῶν Ἑλλήνων ἐπικειμένων, πρὸς φυγὴν ὥρμησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme