Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

80.2 πάντων δʼ ἐπὶ τὸν ποταμὸν τρεπομένων, ἀναμὶξ ἱππέων τε καὶ πεζῶν, καὶ τῶν ἁρμάτων ἅμα τούτοις φυρομένων οἱ μὲν ὑπʼ ἀλλήλων συμπατούμενοι καὶ τοῖς τῶν συμμάχων ξίφεσι καὶ λόγχαις περιπειρόμενοι τὴν συμφορὰν ἔσχον ἀβοήθητον, οἱ δʼ ὑπὸ τῶν παρὰ τοῖς πολεμίοις ἱππέων εἰς τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἀγεληδὸν συνελαυνόμενοι καὶ κατὰ νώτου τὰς πληγὰς λαμβάνοντες ἀπέθνησκον.
80.3 πολλοὶ δὲ ἄνευ πολεμίας πληγῆς διεφθείροντο σωρευομένων τῶν σωμάτων διά τε τὸν φόβον καὶ τὸ πλῆθος καὶ διὰ τὰς ἐν τῷ ῥείθρῳ δυσχερείας. τὸ δὲ μέγιστον, λάβρων γεγενημένων τῶν ὄμβρων ὁ ποταμὸς βιαιοτέρῳ τῷ ῥεύματι καταφερόμενος πολλοὺς ἐβάπτιζε καὶ μετὰ τῶν ὅπλων διανηχομένους διέφθειρε.
80.4 τέλος δὲ τῶν Καρχηδονίων οἱ μὲν τὸν ἱερὸν λόχον ἀναπληροῦντες καὶ τὸν μὲν ἀριθμὸν ὄντες δισχίλιοι καὶ πεντακόσιοι, ταῖς δʼ ἀρεταῖς καὶ δόξαις, ἔτι δὲ ταῖς οὐσίαις πρωτεύοντες ἅπαντες ἀγωνισάμενοι λαμπρῶς κατεκόπησαν.
80.5 τῶν δʼ ἄλλων τῶν συστρατευομένων αὐτοῖς ἀπέθανον πλείους τῶν μυρίων, αἰχμάλωτοι δʼ ἐλήφθησαν οὐκ ἐλάττους τῶν μυρίων καὶ πεντακισχιλίων. τῶν δὲ ἁρμάτων τὰ μὲν πολλὰ συνετρίβη κατὰ τὸν ἀγῶνα, διακόσια δʼ ἥλω· τὰ δὲ σκευοφόρα καὶ τὰ ζεύγη καὶ τὰ πλήθη τῶν ἁμαξῶν ὑποχείρια τοῖς Ἕλλησιν ἐγένετο.
80.6 τῶν δʼ ὅπλων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ διεφθάρη, ἐπὶ δὲ τὴν τοῦ Τιμολέοντος σκηνὴν χίλιοι μὲν θώρακες, ἀσπίδες δὲ πλείους τῶν μυρίων ἀπηνέχθησαν. τούτων δʼ ὕστερον τὰ μὲν ἐν τοῖς ἐν Συρακούσσαις ναοῖς ἀνετέθη, τὰ δὲ τοῖς συμμάχοις διεμερίσθη, τινὰ δʼ εἰς Κόρινθον Τιμολέων ἀπέστειλε, προστάξας εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἀναθεῖναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme