Book 20
65.2
διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης· τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.
66.1
τῶν μὲν γὰρ Ἀγαθοκλεῖ συντεταγμένων Λιβύων εἰς πεντακισχιλίους ἀποστάντες τῶν Ἑλλήνων νυκτὸς ηὐτομόλουν πρὸς τοὺς βαρβάρους. τούτους δὲ οἱ πρὸς τὴν κατασκοπὴν ἐκπεμφθέντες ὡς ἴδον ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων προσάγοντας, νομίσαντες τὴν τῶν Ἑλλήνων δύναμιν ἅπασαν διεσκευασμένην ἐπιέναι, ταχὺ τοῖς στρατιώταις ἐδήλωσαν τὴν προσιοῦσαν δύναμιν.
66.2
διαδοθέντος οὖν πρὸς ἅπαντας τοῦ λόγου θόρυβος ἐνέπιπτε καὶ προσδοκία τῆς τῶν πολεμίων ἐφόδου. ἑκάστου δὲ τὴν σωτηρίαν ἐν τῇ φυγῇ τιθεμένου καὶ μήτε παραγγέλματος δοθέντος ὑπὸ τῶν στρατηγῶν μήτε τάξεως οὔσης μηδεμιᾶς οἱ φεύγοντες ἐνέπιπτον ἀλλήλοις· ὧν οἱ μὲν διὰ τὸ σκότος, οἱ δὲ διὰ τὴν ἔκπληξιν ἀγνοοῦντες τοὺς οἰκείους ὡς πολεμίους ἠμύνοντο.
66.3
πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς ἀγνοίας ἐπικρατούσης οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἐκπεπηδηκότες ἄνοπλοι καὶ τὴν φυγὴν ποιούμενοι διὰ τῶν δυσχωριῶν κατεκρημνίζοντο, τῆς ψυχῆς ἐπτοημένης διὰ τὸν ἀπροσδόκητον φόβον. τὸ δὲ τέλος πλειόνων ἢ πεντακισχιλίων ἀπολομένων τὸ λοιπὸν πλῆθος διεσώθη πρὸς τὴν Καρχηδόνα.
66.4
οἱ δʼ ἐν τῇ πόλει τότε μὲν συνεξαπατηθέντες τῇ φήμῃ τῶν ἰδίων ὑπέλαβον ἡττῆσθαι μάχῃ καὶ τῆς δυνάμεως τὸ πλεῖστον διεφθάρθαι. διόπερ ἀγωνιῶντες ἀνέῳξαν τὰς πύλας καὶ μετὰ θορύβου καὶ πτοήσεως ἐδέχοντο τοὺς στρατιώτας, φοβούμενοι μὴ τοῖς ἐσχάτοις οἱ πολέμιοι συνεισπέσωσιν· ἡμέρας δὲ γενομένης μαθόντες τἀληθὲς μόλις ἀπελύθησαν τῆς τῶν δεινῶν προσδοκίας.