Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

68.3 ἔκρινεν οὖν μετʼ ὀλίγων λάθρᾳ ποιήσασθαι τὴν ἀναγωγὴν καὶ συνενεβίβασε τὸν νεώτερον τῶν υἱῶν Ἡρακλείδην· τὸν γὰρ Ἀρχάγαθον εὐλαβεῖτο μήποτε συνὼν τῇ μητρυιᾷ καὶ φύσει τολμηρὸς ὢν ἐπιβουλὴν κατʼ αὐτοῦ συστήσῃ. ὁ δʼ Ἀρχάγαθος ὑποπτεύσας αὐτοῦ τὴν ἐπίνοιαν παρετήρει τὸν ἔκπλουν, διανοούμενος μηνῦσαι τῶν ἡγεμόνων τοῖς διακωλύσουσι τὴν ἐπιβολήν· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸ τῶν μὲν κινδύνων ἑαυτὸν προθύμως μετεσχηκέναι, προαγωνιζόμενον τοῦ πατρὸς καὶ τἀδελφοῦ, τῆς δὲ σωτηρίας μόνον ἀποστερεῖσθαι, καταλειπόμενον ἔκδοτον τοῖς πολεμίοις.
68.4 διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων. οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν· ἐφʼ οἷς οἱ στρατιῶται περιαλγεῖς γενόμενοι συνελάβοντο τὸν δυνάστην καὶ δήσαντες παρέδωκαν εἰς
69.1 φυλακήν. ἀναρχίας οὖν γενομένης ἐν τῷ στρατοπέδῳ θόρυβος ἦν καὶ ταραχὴ καὶ τῆς νυκτὸς ἐπιλαβούσης διεδόθη λόγος ὡς πλησίον εἰσὶν οἱ πολέμιοι. ἐμπεσούσης δὲ πτόης καὶ φόβου πανικοῦ διεσκευασμένος ἕκαστος προῆγεν ἐκ τῆς παρεμβολῆς οὐδενὸς παραγγέλλοντος.
69.2 καθʼ ὃν δὴ χρόνον οἱ τὸν δυνάστην παραφυλάττοντες οὐχ ἧττον τῶν ἄλλων ἐκπεπληγμένοι καὶ δόξαντες ὑπό τινων καλεῖσθαι ταχέως ἐξῆγον τὸν Ἀγαθοκλέα διειλημμένον δεσμοῖς.
69.3 τὸ δὲ πλῆθος ὡς ἴδεν, εἰς ἔλεον ἐτράπη καὶ πάντες ἐπεβόων ἀφεῖναι. ὁ δὲ λυθεὶς καὶ μετʼ ὀλίγων ἐμβὰς εἰς τὸ πορθμεῖον ἔλαθεν ἐκπλεύσας κατὰ τὴν δύσιν τῆς Πλειάδος χειμῶνος ὄντος. οὗτος μὲν οὖν τῆς ἰδίας σωτηρίας φροντίσας ἐγκατέλιπε τοὺς υἱούς, οὓς οἱ στρατιῶται τὸν δρασμὸν ἀκούσαντες εὐθὺς ἀπέσφαξαν, καὶ στρατηγοὺς ἐξ ἑαυτῶν ἑλόμενοι διελύθησαν πρὸς Καρχηδονίους, ὥστε τὰς πόλεις ἃς εἶχον παραδοῦναι καὶ λαβεῖν τάλαντα τριακόσια καὶ τοὺς μὲν αἱρουμένους μετὰ Καρχηδονίων στρατεύειν κομίζεσθαι τοὺς ἀεὶ διδομένους μισθούς, τοὺς δʼ ἄλλους εἰς Σικελίαν διακομισθέντας λαβεῖν οἰκητήριον Σολοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme