Book 20
76.6
οὗτος δʼ ἐδόθη δῶρον μὲν ὑπὸ Δημαράτου τοῦ Κορινθίου, συνηγώνιστο δὲ τῷ βασιλεῖ πάντας τοὺς κατὰ τὴν Ἀσίαν ἀγῶνας. γυμνὸς δʼ ὢν ἔτι τὸν πωλοδαμαστὴν μόνον προσεδέχετο, τυχὼν δὲ τῆς βασιλικῆς σκευῆς οὐδὲ τοῦτον ἔτι προσίετο, μόνῳ δὲ Ἀλεξάνδρῳ παρίστατο καὶ συγκαθίει τὸ σῶμα πρὸς τὴν ἀνάβασιν.
76.7
ὁ δὲ βασιλεὺς διὰ τὴν ἀρετὴν τοῦ ζῴου δυσφορήσας τὴν μὲν χώραν δενδροτομεῖν προσέταξε, διὰ δὲ τῶν ὁμοφώνων τοῖς ἐγχωρίοις κηρύττειν ὡς ἂν μὴ τὸν ἵππον ἀποδῶσι, τήν τε χώραν εἰς τέλος ὄψονται κατεφθαρμένην τούς τʼ ἐνοικοῦντας πανδημεὶ κατεσφαγμένους.
76.8
τῶν δʼ ἀπειλῶν ὀξέως ἐπιτελουμένων καταπλαγέντες οἱ βάρβαροι τὸν ἵππον ἀποκατέστησαν καὶ μετʼ αὐτοῦ πολυτελέστατα δῶρα προσεκόμισαν, πρὸς δὲ τούτοις καὶ πεντήκοντʼ ἄνδρας ἀπέστειλαν, δεόμενοι τυχεῖν συγγνώμης. ὁ δʼ Ἀλέξανδρος τοὺς μὲν ἀξιολογωτάτους τῶν ἀνδρῶν ἔλαβεν ὁμήρους.
77.1
ἐπανελθόντος δʼ αὐτοῦ πάλιν εἰς τὴν Ὑρκανίαν ἧκεν πρὸς αὐτὸν ἡ βασίλισσα τῶν Ἀμαζόνων, ὄνομα μὲν Θάλληστρις, βασιλεύουσα δὲ τῆς μεταξὺ τοῦ Φάσιδος καὶ Θερμώδοντος χώρας. ἦν δὲ τῷ τε κάλλει καὶ τῇ τοῦ σώματος ῥώμῃ διαφέρουσα καὶ παρὰ τοῖς ὁμοεθνέσι θαυμαζομένη κατʼ ἀνδρείαν, καὶ τὸ μὲν πλῆθος τῆς στρατιᾶς ἐπὶ τῶν ὅρων τῆς Ὑρκανίας ἀπολελοιπυῖα, μετὰ δὲ τριακοσίων Ἀμαζονίδων κεκοσμημένων πολεμικοῖς ὅπλοις παραγενομένη.
77.2
τοῦ δὲ βασιλέως θαυμάζοντος τό τε παράδοξον τῆς παρουσίας καὶ τὸ ἀξίωμα τῶν γυναικῶν καὶ τὴν Θάλληστριν ἐρομένου τίνα χρείαν ἔχουσα πάρεστιν, ἀπεφαίνετο παιδοποιίας ἕνεκεν ἥκειν.