Book 20
81.3
περὶ ταῦτα δὲ αὐτοῦ διατρίβοντος ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Σατιβαρζάνης ἐκ τῆς Βακτριανῆς μετὰ δυνάμεως πολλῆς ἱππικῆς παραγενόμενος εἰς τὸ τῶν Ἀρίων ἔθνος ἀπέστησε τοὺς ἐγχωρίους ἀπʼ Ἀλεξάνδρου. ὁ δὲ βασιλεὺς ἀκούσας τὸ γεγονὸς ἀπέστειλεν ἐπʼ αὐτὸν μέρος τῆς δυνάμεως, στρατηγοὺς ἐπιστήσας Ἐριγυιὸν καὶ Στασάνορα, αὐτὸς δὲ τὴν Ἀραχωσίαν καταστρεψάμενος ὀλίγαις ἡμέραις ὑπήκοον ἐποίησεν.
82.1
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐθύκριτος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Λεύκιος Πλάτιος καὶ Λεύκιος Παπίριος, Ὀλυμπιὰς δʼ ἤχθη τρίτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Κλείτων Μακεδών. ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ τοὺς ὀνομαζομένους Παροπανισάδας.
82.2
ἡ δὲ τούτων χώρα κεῖται μὲν ὑπʼ αὐτὰς τὰς ἄρκτους, χιονοβολεῖται δὲ πᾶσα καὶ τοῖς ἄλλοις ἔθνεσι δυσεπίβατός ἐστι διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους. ἡ πλείστη δὲ πεδιὰς οὖσα καὶ ἄξυλος πολλαῖς κώμαις διείληπται.
82.3
αὗται δὲ τὰς τῶν οἰκιῶν στέγας ἔχουσιν ἐκ πλίνθων εἰς ὀξὺ συνηγμένων ἐχούσας καμάραν· κατὰ δὲ μέσην τὴν ὀροφὴν ἀπολελειμμένης διαυγείας διὰ ταύτης ὁ καπνὸς ἐκφέρεται καὶ πανταχόθεν τῆς οἰκοδομίας περιεχούσης οἱ κατοικοῦντες πολλῆς σκέπης τυγχάνουσιν.
82.4
οἱ δʼ ἐγχώριοι διὰ τὸ πλῆθος τῆς χιόνος τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ ταῖς οἰκίαις ἐνδιατρίβουσι, παρεσκευασμένας ἔχοντες τὰς ἰδίας τροφάς· τὰς δʼ ἀμπέλους καὶ τὰ καρποφόρα τῶν δένδρων περιχώσαντες καὶ τὴν τοῦ χειμῶνος ὥραν ἐάσαντες πάλιν ἀναστέλλουσι τὴν γῆν κατὰ τὸν τοῦ βλαστοῦ καιρόν.