Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

82.5 ἅπασα δʼ ἡ τῆς χώρας φύσις οὔτε χλωρὰν οὔθʼ ἥμερον ἔχει πρόσοψιν, ἀλλὰ λευκὴν καὶ ἀνταυγῆ διὰ τὴν χιόνα καὶ τὸν ἐν αὐτῇ πηγνύμενον κρύσταλλον. διόπερ οὔτʼ ὀρνέου προσκαθίζοντος οὔτε θηρίου διοδεύοντος ἄξενα καὶ ἀνεπίβατα πάντα τὰ μέρη τῆς χώρας ὑπῆρχεν.
82.6 ἀλλʼ ὅμως ὁ βασιλεὺς τούτων ἁπάντων ἀντιπραττόντων τῇ στρατιᾷ τῇ συνήθει τόλμῃ καὶ καρτερίᾳ τῶν Μακεδόνων περιεγίνετο τῆς τοπικῆς δυστραπελείας.
82.7 διὸ δὴ πολλοὶ τῶν στρατιωτῶν καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων ἐξαδυνατοῦντες ἀπελείποντο· ἔνιοι δὲ διὰ τὴν τῆς χιόνος ἀνταύγειαν καὶ σκληρότητα τῆς ἀναβαλλομένης ἀνακλάσεως ἐφθείροντο τὴν ὅρασιν.
82.8 σαφὲς δʼ οὐδὲν ἐκ διαστήματος ἦν ἰδεῖν, ἀλλὰ μόνῳ τῷ καπνῷ δηλουμένων τῶν κωμῶν ἐλάμβανον οἱ Μακεδόνες οὗ κατοικοῦσιν ἐφιστάμενοι. τούτῳ δὲ τῷ τρόπῳ τῶν κωμῶν ἁλισκομένων, καὶ τῶν στρατιωτῶν τῷ πλήθει τῆς ὠφελείας διορθουμένων τὴν κακοπάθειαν ταχὺ πάντων τῶν ἐγχωρίων ὁ βασιλεὺς ἐκυρίευσεν.
83.1 μετὰ δὲ ταῦτα παρελθὼν πλησίον τοῦ Καυκάσου κατεστρατοπέδευσεν, ὅ τινες Παροπάνισον ὄρος προσαγορεύουσι. τὸ δʼ ὄρος τοῦτο κατὰ πλάτος διελθὼν ἐν ἡμέραις ἑκκαίδεκα πόλιν ἔκτισε κατὰ τὴν εἰσβολὴν τὴν φέρουσαν εἰς τὴν Ἰνδικήν, ἣν ὠνόμασεν Ἀλεξάνδρειαν. κατὰ δὲ μέσον τὸν Καύκασον ἔστι πέτρα δέκα σταδίων ἔχουσα τὴν περίμετρον, τεττάρων δὲ σταδίων τὸ ὕψος, ἐν ᾗ καὶ τὸ Προμηθέως σπήλαιον ἐδείκνυθʼ ὑπὸ τῶν ἐγχωρίων καὶ ἡ τοῦ μυθολογηθέντος ἀετοῦ κοίτη καὶ τὰ τῶν δεσμῶν σημεῖα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme