Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

85.6 ὁ δὲ Ἀλέξανδρος ἐπαγγειλάμενος μεγάλας δωρεὰς δώσειν καὶ τῷ πρεσβύτῃ χρησάμενος ὁδηγῷ πρῶτον μὲν τὴν πάροδον τὴν εἰς τὴν πέτραν φέρουσαν κατελάβετο καὶ μηδεμιᾶς οὔσης ἄλλης ἐξόδου συνέκλεισε τοὺς βαρβάρους εἰς ἀβοήθητον πολιορκίαν· ἔπειτα τῇ πολυχειρίᾳ χώσας τὴν φάραγγα κατὰ τὴν ῥίζαν τῆς πέτρας, προσελθὼν ἐνεργῆ πολιορκίαν συνεστήσατο, συνεχῶς ἐφʼ ἡμέρας ἑπτὰ καὶ τὰς ἴσας νύκτας ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος.
85.7 τὸ μὲν οὖν πρῶτον οἱ βάρβαροι διὰ τὰς τῶν τόπων ὑπεροχὰς προετέρουν καὶ πολλοὺς ἀνῄρουν τῶν προπετῶς βιαζομένων· τοῦ δὲ χώματος συντελεσθέντος καὶ τῶν ὀξυβελῶν καταπελτῶν καὶ τῶν ἄλλων ὀργάνων ἐπισταθέντων, πρὸς δὲ τούτοις τοῦ βασιλέως φανεροῦ καθεστῶτος ὡς οὐκ ἀποστήσεται τῆς πολιορκίας οἱ μὲν Ἰνδοὶ κατεπλάγησαν, ὁ δʼ Ἀλέξανδρος ἐμφρόνως προϊδόμενος τὸ μέλλον ἐξέλιπεν τὴν ἐν τῇ παρόδῳ κατειλημμένην φυλακήν, διδοὺς ἔξοδον τοῖς βουλομένοις ἐκ τῆς πέτρας ἀναχωρεῖν. οἱ δὲ βάρβαροι φοβηθέντες τάς τε τῶν Μακεδόνων ἀρετὰς καὶ τὴν τοῦ βασιλέως φιλοτιμίαν νυκτὸς ἐξέλιπον τὴν πέτραν.
86.1 ὁ δʼ Ἀλέξανδρος τοῖς κενοῖς τοῦ πολέμου καταστρατηγήσας τοὺς Ἰνδοὺς χωρὶς κινδύνου ἐκυρίευσε τῆς πέτρας. καὶ τῷ μὲν ὁδηγήσαντι τὰς ὡμολογημένας δωρεὰς ἀπέδωκεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς δυνάμεως.
86.2 καθʼ ὃν καιρὸν Ἀφρίκης τις Ἰνδός, ἔχων μὲν στρατιώτας δισμυρίους, ἐλέφαντας δὲ πεντεκαίδεκα, διέτριβε περὶ τὸν τόπον. τοῦτον δέ τινες ἀνελόντες καὶ τὴν κεφαλὴν αὐτοῦ πρὸς Ἀλέξανδρον ἐνέγκαντες διὰ ταύτης τῆς εὐεργεσίας περιεποιήσαντο τὰς ἰδίας σωτηρίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme