Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

88.5 διόπερ τὰ βαλλόμενα σαυνία τοιαύτην εἶχε δύναμιν ὥστε μὴ πολὺ λείπεσθαι τῶν καταπελτικῶν βελῶν. τῶν δʼ ἀντιτεταγμένων Μακεδόνων καταπεπληγμένων τὴν ἀνδραγαθίαν τοῦ Πώρου ὁ Ἀλέξανδρος μεταπεμψάμενος τοὺς τοξότας καὶ τὰ ψιλικὰ τῶν ταγμάτων προσέταξεν ἅπαντας βάλλειν ἐπὶ τὸν Πῶρον.
88.6 ταχὺ δὲ τῶν στρατιωτῶν πραξάντων τὸ παραγγελθὲν καὶ βελῶν ἅμα πολλῶν ἐνεχθέντων ἐπὶ τὸν Ἰνδὸν καὶ πάντων ἐπιτυγχανόντων διὰ τὸ μέγεθος τοῦ σκοποῦ ὁ μὲν Πῶρος ἡρωικῶς ἀγωνισάμενος καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων γενόμενος ἔξαιμος ἐλιποψύχησεν καὶ περικλασθεὶς περὶ τὸ θηρίον πρὸς τὴν γῆν κατηνέχθη.
88.7 διαδοθείσης δὲ φήμης ὅτι τετελεύτηκεν ὁ βασιλεύς, τὸ λοιπὸν πλῆθος τῶν Ἰνδῶν πρὸς φυγὴν ὥρμησεν.
89.1 ἐν δὲ τῇ φυγῇ πολλοῦ φόνου γενομένου ὁ μὲν Ἀλέξανδρος ἐπιφανεῖ μάχῃ νικήσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας. ἔπεσον δὲ ἐν τῇ μάχῃ τῶν Ἰνδῶν πλείους τῶν μυρίων καὶ δισχιλίων, ἐν οἷς ὑπῆρχον καὶ δύο υἱοὶ τοῦ Πώρου καὶ οἱ στρατηγοὶ καὶ οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων.
89.2 ζῶντες δὲ ἄνδρες ἑάλωσαν ὑπὲρ τοὺς ἐνακισχιλίους, ἐλέφαντες δὲ ὀγδοήκοντα. αὐτὸς δὲ ὁ Πῶρος ἔμπνους ὢν παρεδόθη τοῖς Ἰνδοῖς πρὸς τὴν θεραπείαν.
89.3 τῶν δὲ Μακεδόνων ἔπεσον μὲν ἱππεῖς διακόσιοι καὶ ὀγδοήκοντα, πεζοὶ δὲ πλείους τῶν ἑπτακοσίων. ὁ δὲ βασιλεὺς τοὺς μὲν τετελευτηκότας ἔθαψε, τοὺς δὲ ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν, αὐτὸς δὲ Ἡλίῳ ἔθυσεν ὡς δεδωκότι τὰ πρὸς ἀνατολὴν μέρη καταστρέψασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme