Book 20
89.4
τῆς δὲ πλησίον ὀρεινῆς ἐχούσης πολλὴν μὲν ἐλάτην εὔτροφον, οὐκ ὀλίγην δὲ κέδρον καὶ πεύκην, ἔτι δὲ τῆς ἄλλης ὕλης ναυπηγησίμου πλῆθος ἄφθονον κατεσκεύασε ναῦς ἱκανάς·
89.5
διενοεῖτο γὰρ ἐπὶ τὸ τέρμα τῆς Ἰνδικῆς παραγενόμενος καὶ πάντας τοὺς ἐγχωρίους καταστρεψάμενος διὰ τοῦ ποταμοῦ καταπλεῖν εἰς τὸν Ὠκεανόν.
89.6
ἔκτισε δὲ δύο πόλεις, τὴν μὲν πέραν τοῦ ποταμοῦ καθʼ ὃν τόπον αὐτὸς διέβη, τὴν δὲ ἄλλην ἐν ᾧ τόπῳ τὸν Πῶρον ἐνίκησεν. ταχὺ δὲ τῶν ἔργων κατασκευασθέντων διὰ τὴν πολυχειρίαν τὸν μὲν Πῶρον θεραπευθέντα βασιλέα κατέστησε διὰ τὴν ἀρετὴν ἧς πρότερον ἦρχε χώρας, τὴν δὲ δύναμιν ἐπὶ τριάκοντα ἡμέρας ἀνέλαβε, πολλῆς ἀφθονίας οὔσης τῶν ἐπιτηδείων.
90.1
ἴδιον δέ τι κατὰ τὴν ὀρεινὴν τὴν πλησίον ὑπῆρχε. χωρὶς γὰρ τῆς πρὸς ναυπηγίαν ὕλης εἶχεν ἡ χώρα πολλοὺς καὶ παρηλλαγμένους τοῖς μεγέθεσιν ὄφεις, ὄντας ἑκκαιδεκαπήχεις, πιθήκων τε γένη πολλὰ καὶ τοῖς μεγέθεσι διαλλάττοντα, ὧν τὴν τέχνην τῆς θήρας αὐτὸ τὸ ζῷον ὑφηγεῖτο.
90.2
μιμητικὸν γὰρ ὑπάρχον πάσης πράξεως βίᾳ μὲν οὐ ῥᾳδίως χειροῦται διά τε τὴν ἰσχὺν τῶν σωμάτων καὶ διὰ τὴν τῆς ψυχῆς ἀγχίνοιαν· τῶν δὲ κυνηγῶν οἱ μὲν μέλιτι τοὺς ὀφθαλμοὺς ἀλείφονται, οἱ δὲ βλεπόντων τῶν θηρίων ὑποδοῦνται, τινὲς δὲ ταῖς κεφαλαῖς κάτοπτρα περιτιθέασιν, καὶ τοῖς μὲν ὑποδήμασι παραθέντες δεσμοὺς ἀπολείπουσιν, ἀντὶ δὲ τοῦ μέλιτος ἰξὸν ὑποβάλλουσι, τοῖς δὲ κατόπτροις ἐπίσπαστρα καθάπτουσι.