Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

90.3 διόπερ ὅταν βούλωνται τὰ ζῷα τὰς πράξεις τῶν ὁραθέντων ἐπιτελεῖν, ἀδυνατεῖ, τῶν μὲν βλεφάρων κεκολλημένων, τῶν δὲ ποδῶν δεδεμένων, τῶν δὲ σωμάτων κατεχομένων· ὅθεν εὐχείρωτα πρὸς τὴν θήραν γίνεται.
90.4 ὁ δὲ Ἀλέξανδρος τὸν ὑστερηκότα τῆς τοῦ Πώρου συμμαχίας βασιλέα ὄνομα Σασιβισάρην καταπληξάμενος ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως περάσας τὸν ποταμὸν προῆγε διὰ χώρας ἀρετῇ διαφερούσης·
90.5 δένδρων γὰρ εἶχε γένη διαλλάττοντα καὶ τὸ μὲν ὕψος ἔχοντα πηχῶν ἑβδομήκοντα, τὸ δὲ πάχος μόγις ὑπὸ τεσσάρων ἀνδρῶν περιλαμβανόμενα, τριῶν δὲ πλέθρων σκιὰν ποιοῦντα. εἶχε δὲ καὶ ἡ χώρα ὄφεων πλῆθος, μικρῶν μὲν τοῖς μεγέθεσι, ταῖς δὲ ποικιλίαις ἐξηλλαγμένων·
90.6 οἱ μὲν γὰρ χαλκοειδεῖς ῥάβδους ἐπέφαινον, οἱ δὲ τὴν λόφην δασεῖαν εἶχον τριχώδη, διὰ δὲ τῶν δηγμάτων ὀξεῖς θανάτους ἀπειργάζοντο. τὸν δὲ πληγέντα πόνοι δεινοὶ συνεῖχον καὶ ῥύσις ἱδρῶτος αἱματοειδοῦς κατεῖχε.
90.7 διόπερ οἱ Μακεδόνες δεινῶς ὑπὸ τῶν δηγμάτων ἀπαλλάττοντες τὰς κλίνας ἀπὸ τῶν δένδρων ἐξήρτων καὶ τὸ πλεῖστον τῆς νυκτὸς διηγρύπνουν. μετὰ δὲ ταῦτα παρὰ τῶν ἐγχωρίων μαθόντες τὴν ἀντιφάρμακον ῥίζαν ἀπελύθησαν τῶν δεινῶν.
91.1 προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πῶρος ὁ βασιλεύς, ἀνεψιὸς ὢν τοῦ καταπεπολεμημένου Πώρου, τὴν βασιλείαν ἀπολιπὼν πέφευγεν εἰς τὸ τῶν Γανδαριδῶν ἔθνος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme